8
Περὶ δὲ τῶν εἰδωλοθύτων,a
οἴδαμενb
ὅτι πάντες γνῶσινc
ἔχομεν.d
ἡ γνῶσιςe
φυσιοῖ,f
ἡ δὲ ἀγάπη οἰκοδομεῖ.g
2
⸀εἴ τις δοκεῖa
⸀ἐγνωκέναιb
τι, ⸀οὔπωc
⸀ἔγνωd
καθὼς δεῖe
γνῶναι·f
3
εἰ δέ τις ἀγαπᾷa
τὸν θεόν, οὗτος ἔγνωσταιb
ὑπ’ αὐτοῦ.
4
Περὶ τῆς βρώσεωςa
οὖν τῶν εἰδωλοθύτωνb
οἴδαμενc
ὅτι οὐδὲν εἴδωλονd
ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς ⸀θεὸς εἰ μὴ εἷς.
5
καὶ γὰρ εἴπερa
εἰσὶνb
λεγόμενοιc
θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶνd
θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
6
ἀλλ’ ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ.
7
Ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις·a
τινὲς δὲ τῇ ⸀συνηθείᾳb
⸂ἕως ἄρτι τοῦ εἰδώλου⸃c
ὡς εἰδωλόθυτονd
ἐσθίουσιν,e
καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴςf
οὖσαg
μολύνεται.h
8
βρῶμαa
δὲ ἡμᾶς οὐ ⸀παραστήσειb
τῷ θεῷ· οὔτε ⸂γὰρ ἐὰν φάγωμεν,c
περισσεύομεν,d
οὔτε ἐὰν μὴ φάγωμεν,e
ὑστερούμεθα⸃.f
9
βλέπετεa
δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμαb
γένηταιc
τοῖς ⸀ἀσθενέσιν.d
10
ἐὰν γάρ τις ἴδῃa
σὲ τὸν ἔχονταb
γνῶσινc
ἐν εἰδωλείῳd
κατακείμενον,e
οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦςf
ὄντοςg
οἰκοδομηθήσεταιh
εἰς τὸ τὰ εἰδωλόθυταi
ἐσθίειν;j
11
⸂ἀπόλλυταιa
γὰρ⸃ ὁ ἀσθενῶνb
⸀ἐν τῇ σῇc
γνώσει,d
⸂ὁ ἀδελφὸς⸃ δι’ ὃν Χριστὸς ἀπέθανεν.e
12
οὕτως δὲ ἁμαρτάνοντεςa
εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντεςb
αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσανc
εἰς Χριστὸν ἁμαρτάνετε.d
13
διόπερa
εἰ βρῶμαb
σκανδαλίζειc
τὸν ἀδελφόν μου, οὐ μὴ φάγωd
κρέαe
εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.f