Πρὸς Κορινθίους αʹ

7
Περὶ δὲ ὧν ⸀ἐγράψατε,a καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·b
2διὰ δὲ τὰς πορνείαςa ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω,b καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.c
3τῇ γυναικὶ ἀνὴρ τὴν ⸀ὀφειλὴνa ἀποδιδότω,b ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί.
4 γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζειa ἀλλὰ ἀνήρ· ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζειb ἀλλὰ γυνή.
5μὴ ἀποστερεῖτεa ἀλλήλους, εἰ μήτιb ἂν ἐκ συμφώνουc πρὸς καιρὸν ἵνα ⸀σχολάσητεd ⸀τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ⸀ἦτε,e ἵνα μὴ πειράζῃf ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίανg ὑμῶν.
6τοῦτο δὲ λέγωa κατὰ συγγνώμην,b οὐ κατ’ ἐπιταγήν.c
7θέλωa ⸀δὲ πάντας ἀνθρώπους εἶναιb ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ⸂ἔχειc χάρισμα⸃d ἐκ θεοῦ, ⸀ὁ μὲν οὕτως, ⸁ὁ δὲ οὕτως.
8Λέγωa δὲ τοῖς ἀγάμοιςb καὶ ταῖς χήραις,c καλὸν ⸀αὐτοῖς ἐὰν μείνωσινd ὡς κἀγώ·
9εἰ δὲ οὐκ ἐγκρατεύονται,a γαμησάτωσαν,b κρεῖττονc γάρ ἐστινd ⸀γαμῆσαιe πυροῦσθαι.f
10Τοῖς δὲ γεγαμηκόσινa παραγγέλλω,b οὐκ ἐγὼ ἀλλὰ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι—c
11ἐὰν δὲ καὶ χωρισθῇ,a μενέτωb ἄγαμοςc τῷ ἀνδρὶ καταλλαγήτω—d καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.e
12Τοῖς δὲ λοιποῖς ⸂λέγωa ἐγώ⸃, οὐχ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχειb ἄπιστον,c καὶ αὕτη συνευδοκεῖd οἰκεῖνe μετ’ αὐτοῦ, μὴ ἀφιέτωf αὐτήν·
13καὶ γυνὴ ⸂εἴ τις⸃ ἔχειa ἄνδρα ἄπιστον,b καὶ ⸀οὗτος συνευδοκεῖc οἰκεῖνd μετ’ αὐτῆς, μὴ ἀφιέτωe ⸂τὸν ἄνδρα⸃.
14ἡγίασταιa γὰρ ἀνὴρ ἄπιστοςb ἐν τῇ γυναικί, καὶ ἡγίασταιc γυνὴ ἄπιστοςd ἐν τῷ ⸀ἀδελφῷ· ἐπεὶe ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν,f νῦν δὲ ἅγιά ἐστιν.g
15εἰ δὲ ἄπιστοςa χωρίζεται,b χωριζέσθω·c οὐ δεδούλωταιd ἀδελφὸς ἀδελφὴe ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκενf ⸀ἡμᾶς θεός.
16τί γὰρ οἶδας,a γύναι, εἰ τὸν ἄνδρα σώσεις;b τί οἶδας,c ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;d
17Εἰ μὴ ἑκάστῳ ὡς ⸀ἐμέρισενa ⸀κύριος, ἕκαστον ὡς κέκληκενb ⸀θεός, οὕτως περιπατείτω·c καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.d
18περιτετμημένοςa τις ἐκλήθη;b μὴ ἐπισπάσθω·c ἐν ἀκροβυστίᾳd ⸂κέκληταίe τις⸃; μὴ περιτεμνέσθω.f
19 περιτομὴ οὐδέν ἐστιν,a καὶ ἀκροβυστίαb οὐδέν ἐστιν,c ἀλλὰ τήρησιςd ἐντολῶν θεοῦ.
20ἕκαστος ἐν τῇ κλήσειa ἐκλήθηb ἐν ταύτῃ μενέτω.c
21Δοῦλος ἐκλήθης;a μή σοι μελέτω·b ἀλλ’ εἰ καὶ δύνασαιc ἐλεύθεροςd γενέσθαι,e μᾶλλον χρῆσαι.f
22 γὰρ ἐν κυρίῳ κληθεὶςa δοῦλος ἀπελεύθεροςb κυρίου ἐστίν·c ⸀ὁμοίως ἐλεύθεροςd κληθεὶςe δοῦλός ἐστινf Χριστοῦ.
23τιμῆς ἠγοράσθητε·a μὴ γίνεσθεb δοῦλοι ἀνθρώπων.
24ἕκαστος ἐν ἐκλήθη,a ἀδελφοί, ἐν τούτῳ μενέτωb παρὰ θεῷ.
25Περὶ δὲ τῶν παρθένωνa ἐπιταγὴνb κυρίου οὐκ ἔχω,c γνώμηνd δὲ δίδωμιe ὡς ἠλεημένοςf ὑπὸ κυρίου πιστὸς εἶναι.g
26νομίζωa οὖν τοῦτο καλὸν ὑπάρχεινb διὰ τὴν ἐνεστῶσανc ἀνάγκην,d ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.e
27δέδεσαιa γυναικί; μὴ ζήτειb λύσιν·c λέλυσαιd ἀπὸ γυναικός; μὴ ζήτειe γυναῖκα·
28ἐὰν δὲ καὶ ⸀γαμήσῃς,a οὐχ ἥμαρτες.b καὶ ἐὰν γήμῃc παρθένος,d οὐχ ἥμαρτεν.e θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσινf οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.g
29τοῦτο δέ φημι,a ἀδελφοί, καιρὸς συνεσταλμένοςb ⸂ἐστίν·c τὸ λοιπὸν⸃ ἵνα καὶ οἱ ἔχοντεςd γυναῖκας ὡς μὴ ἔχοντεςe ὦσιν,f
30καὶ οἱ κλαίοντεςa ὡς μὴ κλαίοντες,b καὶ οἱ χαίροντεςc ὡς μὴ χαίροντες,d καὶ οἱ ἀγοράζοντεςe ὡς μὴ κατέχοντες,f
31καὶ οἱ χρώμενοιa ⸂τὸν κόσμον⸃ ὡς μὴ καταχρώμενοι·b παράγειc γὰρ τὸ σχῆμαd τοῦ κόσμου τούτου.
32Θέλωa δὲ ὑμᾶς ἀμερίμνουςb εἶναι.c ἄγαμοςd μεριμνᾷe τὰ τοῦ κυρίου, πῶς ⸀ἀρέσῃf τῷ κυρίῳ·
33 δὲ γαμήσαςa μεριμνᾷb τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃc τῇ γυναικί,
34⸀καὶ μεμέρισται.a καὶ γυνὴ ⸂ἡ ἄγαμος⸃b καὶ ⸀παρθένοςc μεριμνᾷd τὰ τοῦ κυρίου, ἵνα e ἁγία καὶ ⸀τῷ σώματι καὶ ⸁τῷ πνεύματι· δὲ γαμήσασαf μεριμνᾷg τὰ τοῦ κόσμου, πῶς ⸀ἀρέσῃh τῷ ἀνδρί.
35τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορονa λέγω,b οὐχ ἵνα βρόχονc ὑμῖν ἐπιβάλω,d ἀλλὰ πρὸς τὸ εὔσχημονe καὶ ⸀εὐπάρεδρονf τῷ κυρίῳ ἀπερισπάστως.g
36Εἰ δέ τις ἀσχημονεῖνa ἐπὶ τὴν παρθένονb αὐτοῦ νομίζειc ἐὰν d ὑπέρακμος,e καὶ οὕτως ὀφείλειf γίνεσθαι,g θέλειh ποιείτω·i οὐχ ἁμαρτάνει·j γαμείτωσαν.k
37ὃς δὲ ἕστηκενa ⸂ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος⸃b μὴ ἔχωνc ἀνάγκην,d ἐξουσίαν δὲ ἔχειe περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικενf ἐν τῇ ⸂ἰδίᾳ καρδίᾳ⸃, ⸀τηρεῖνg τὴν ἑαυτοῦ παρθένον,h καλῶς ⸀ποιήσει·i
38ὥστε καὶ ⸀γαμίζωνa ⸂τὴν παρθένονb ἑαυτοῦ⸃ καλῶς ποιεῖ,c ⸂καὶ ὁ⸃ μὴ ⸁γαμίζωνd κρεῖσσονe ⸀ποιήσει.f
39Γυνὴ ⸀δέδεταιa ἐφ’ ὅσον χρόνον ζῇb ἀνὴρ αὐτῆς· ἐὰν ⸀δὲ κοιμηθῇc ἀνήρ, ἐλευθέραd ἐστὶνe θέλειf γαμηθῆναι,g μόνον ἐν κυρίῳ·
40μακαριωτέρα δέ ἐστινa ἐὰν οὕτως μείνῃ,b κατὰ τὴν ἐμὴν γνώμην,c δοκῶd ⸀δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.e