Πρὸς Κορινθίους αʹ

6
Τολμᾷa τις ὑμῶν πρᾶγμαb ἔχωνc πρὸς τὸν ἕτερον κρίνεσθαιd ἐπὶ τῶν ἀδίκων,e καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
2⸀ἢ οὐκ οἴδατεa ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν;b καὶ εἰ ἐν ὑμῖν κρίνεταιc κόσμος, ἀνάξιοίd ἐστεe κριτηρίωνf ἐλαχίστων;g
3οὐκ οἴδατεa ὅτι ἀγγέλους κρινοῦμεν,b μήτιγεc βιωτικά;d
4βιωτικὰa μὲν οὖν κριτήριαb ἐὰν ἔχητε,c τοὺς ἐξουθενημένουςd ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;e
5πρὸς ἐντροπὴνa ὑμῖν λέγω.b οὕτως οὐκ ἔνιc ἐν ὑμῖν ⸂οὐδεὶς σοφὸς⸃d ὃς δυνήσεταιe διακρῖναιf ἀνὰg μέσον τοῦ ⸀ἀδελφοῦ αὐτοῦ,
6ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται,a καὶ τοῦτο ἐπὶ ἀπίστων;b
7ἤδη μὲν ⸀οὖν ὅλωςa ἥττημαb ὑμῖν ἐστινc ὅτι κρίματαd ἔχετεe μεθ’ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε;f διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;g
8ἀλλὰ ὑμεῖς ἀδικεῖτεa καὶ ἀποστερεῖτε,b καὶ ⸀τοῦτο ἀδελφούς.
9 οὐκ οἴδατεa ὅτι ἄδικοιb ⸂θεοῦ βασιλείαν⸃ οὐ κληρονομήσουσιν;c μὴ πλανᾶσθε·d οὔτε πόρνοιe οὔτε εἰδωλολάτραιf οὔτε μοιχοὶg οὔτε μαλακοὶh οὔτε ἀρσενοκοῖταιi
10οὔτε ⸂κλέπταιa οὔτε πλεονέκται⸃,b ⸀οὐ μέθυσοι,c οὐ λοίδοροι,d οὐχ ἅρπαγεςe βασιλείαν ⸀θεοῦ κληρονομήσουσιν.f
11καὶ ταῦτά τινες ἦτε·a ἀλλὰ ἀπελούσασθε,b ἀλλὰ ἡγιάσθητε,c ἀλλὰ ἐδικαιώθητεd ἐν τῷ ὀνόματι τοῦ κυρίου ⸀Ἰησοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
12Πάντα μοι ἔξεστιν·a ἀλλ’ οὐ πάντα συμφέρει.b πάντα μοι ἔξεστιν·c ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαιd ὑπό τινος.
13τὰ βρώματαa τῇ κοιλίᾳ,b καὶ κοιλίαc τοῖς βρώμασιν·d δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει.e τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳf ἀλλὰ τῷ κυρίῳ, καὶ κύριος τῷ σώματι·
14 δὲ θεὸς καὶ τὸν κύριον ἤγειρενa καὶ ἡμᾶς ἐξεγερεῖb διὰ τῆς δυνάμεως αὐτοῦ.
15οὐκ οἴδατεa ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;b ἄραςc οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσωd πόρνηςe μέλη; μὴ γένοιτο.f
16⸀ἢ οὐκ οἴδατεa ὅτι κολλώμενοςb τῇ πόρνῃc ἓν σῶμά ἐστιν;d Ἔσονταιe γάρ, φησίν,f οἱ δύο εἰς σάρκα μίαν.
17 δὲ κολλώμενοςa τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.b
18φεύγετεa τὴν πορνείαν·b πᾶν ἁμάρτημαc ἐὰν ποιήσῃd ἄνθρωπος ἐκτὸςe τοῦ σώματός ἐστιν,f δὲ πορνεύωνg εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.h
19 οὐκ οἴδατεa ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν,b οὗ ἔχετεc ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲd ἑαυτῶν,
20ἠγοράσθητεa γὰρ τιμῆς· δοξάσατεb δὴc τὸν θεὸν ἐν τῷ σώματι ⸀ὑμῶν.