Πρὸς Κορινθίους αʹ

5
Ὅλωςa ἀκούεταιb ἐν ὑμῖν πορνεία,c καὶ τοιαύτη πορνείαd ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.e
2  καὶ ὑμεῖς πεφυσιωμένοιa ἐστέ,b καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε,c ἵνα ⸀ἀρθῇd ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας;e
3  Ἐγὼ μὲν γάρ, ⸀ἀπὼνa τῷ σώματι παρὼνb δὲ τῷ πνεύματι, ἤδη κέκρικαc ὡς παρὼνd τὸν οὕτως τοῦτο κατεργασάμενονe
4  ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ, συναχθέντωνa ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ,
5  παραδοῦναιa τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρονb τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇc ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου.
6  Οὐ καλὸν τὸ καύχημαa ὑμῶν. οὐκ οἴδατεb ὅτι μικρὰ ζύμηc ὅλον τὸ φύραμαd ζυμοῖ;e
7  ἐκκαθάρατεa τὴν παλαιὰνb ζύμην,c ἵνα ἦτεd νέονe φύραμα,f καθώς ἐστεg ἄζυμοι.h καὶ γὰρ τὸ πάσχαi ⸀ἡμῶν ἐτύθηj Χριστός·
8  ὥστε ἑορτάζωμεν,a μὴ ἐν ζύμῃb παλαιᾷc μηδὲ ἐν ζύμῃd κακίαςe καὶ πονηρίας,f ἀλλ’ ἐν ἀζύμοιςg εἰλικρινείαςh καὶ ἀληθείας.
9  Ἔγραψαa ὑμῖν ἐν τῇ ἐπιστολῇb μὴ συναναμίγνυσθαιc πόρνοις,d
10  ⸀οὐ πάντωςa τοῖς πόρνοιςb τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταιςc ⸀καὶ ἅρπαξινd ἢ εἰδωλολάτραις,e ἐπεὶf ⸀ὠφείλετεg ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.h
11  νῦν δὲ ἔγραψαa ὑμῖν μὴ συναναμίγνυσθαιb ἐάν τις ἀδελφὸς ὀνομαζόμενοςc ᾖd πόρνοςe ἢ πλεονέκτηςf ἢ εἰδωλολάτρηςg ἢ λοίδοροςh ἢ μέθυσοςi ἢ ἅρπαξ,j τῷ τοιούτῳ μηδὲ συνεσθίειν.k
12  τί γάρ ⸀μοι τοὺς ἔξω κρίνειν;a οὐχὶ τοὺς ἔσωb ὑμεῖς κρίνετε,c
13  τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει;a ⸀ἐξάρατεb τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.