3
Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθηνa
⸂λαλῆσαιb
ὑμῖν⸃ ὡς πνευματικοῖςc
ἀλλ’ ὡς ⸀σαρκίνοις,d
ὡς νηπίοιςe
ἐν Χριστῷ.
2
γάλαa
ὑμᾶς ἐπότισα,b
⸀οὐ βρῶμα,c
οὔπωd
γὰρ ἐδύνασθε.e
ἀλλ’ ⸀οὐδὲ ἔτι νῦν δύνασθε,f
3
ἔτι γὰρ σαρκικοίa
ἐστε.b
ὅπου γὰρ ἐν ὑμῖν ζῆλοςc
καὶ ⸀ἔρις,d
οὐχὶ σαρκικοίe
ἐστεf
καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;g
4
ὅταν γὰρ λέγῃa
τις· Ἐγὼ μέν εἰμιb
Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ,c
⸂οὐκ ἄνθρωποί⸃ ἐστε;d
5
⸀Τί οὖν ἐστινa
⸂Ἀπολλῶς;b
τί δέ ἐστινc
Παῦλος⸃; ⸀διάκονοιd
δι’ ὧν ἐπιστεύσατε,e
καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.f
6
ἐγὼ ἐφύτευσα,a
Ἀπολλῶςb
ἐπότισεν,c
ἀλλὰ ὁ θεὸς ηὔξανεν·d
7
ὥστε οὔτε ὁ φυτεύωνa
ἐστίνb
τι οὔτε ὁ ποτίζων,c
ἀλλ’ ὁ αὐξάνωνd
θεός.
8
ὁ φυτεύωνa
δὲ καὶ ὁ ποτίζωνb
ἕν εἰσιν,c
ἕκαστος δὲ τὸν ἴδιον μισθὸνd
λήμψεταιe
κατὰ τὸν ἴδιον κόπον,f
9
θεοῦ γάρ ἐσμενa
συνεργοί·b
θεοῦ γεώργιον,c
θεοῦ οἰκοδομήd
ἐστε.e
10
Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάνa
μοι ὡς σοφὸςb
ἀρχιτέκτωνc
θεμέλιονd
⸀ἔθηκα,e
ἄλλος δὲ ἐποικοδομεῖ.f
ἕκαστος δὲ βλεπέτωg
πῶς ἐποικοδομεῖ·h
11
θεμέλιονa
γὰρ ἄλλον οὐδεὶς δύναταιb
θεῖναιc
παρὰ τὸν κείμενον,d
ὅς ἐστινe
Ἰησοῦς Χριστός·
12
εἰ δέ τις ἐποικοδομεῖa
ἐπὶ τὸν ⸀θεμέλιονb
⸂χρυσόν,c
ἄργυρον⸃,d
λίθους τιμίους,e
ξύλα,f
χόρτον,g
καλάμην,h
13
ἑκάστου τὸ ἔργον φανερὸνa
γενήσεται,b
ἡ γὰρ ἡμέρα δηλώσει·c
ὅτι ἐν πυρὶ ἀποκαλύπτεται,d
καὶ ἑκάστου τὸ ἔργον ὁποῖόνe
ἐστινf
τὸ πῦρ ⸀αὐτὸ δοκιμάσει.g
14
εἴ τινος τὸ ἔργον μενεῖa
ὃ ἐποικοδόμησεν,b
μισθὸνc
λήμψεται·d
15
εἴ τινος τὸ ἔργον κατακαήσεται,a
ζημιωθήσεται,b
αὐτὸς δὲ σωθήσεται,c
οὕτως δὲ ὡς διὰ πυρός.
16
Οὐκ οἴδατεa
ὅτι ναὸς θεοῦ ἐστεb
καὶ τὸ πνεῦμα τοῦ θεοῦ ⸂οἰκεῖc
ἐν ὑμῖν⸃;
17
εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει,a
φθερεῖb
τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν,c
οἵτινές ἐστεd
ὑμεῖς.
18
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω·a
εἴ τις δοκεῖb
σοφὸςc
εἶναιd
ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸςe
γενέσθω,f
ἵνα γένηταιg
σοφός,h
19
ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρίαa
παρὰ τῷ θεῷ ἐστιν·b
γέγραπταιc
γάρ· Ὁ δρασσόμενοςd
τοὺς σοφοὺςe
ἐν τῇ πανουργίᾳf
αὐτῶν·
20
καὶ πάλιν· Κύριος γινώσκειa
τοὺς διαλογισμοὺςb
τῶν σοφῶνc
ὅτι εἰσὶνd
μάταιοι.e
21
ὥστε μηδεὶς καυχάσθωa
ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,b
22
εἴτε Παῦλος εἴτε Ἀπολλῶςa
εἴτε Κηφᾶςb
εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶταc
εἴτε μέλλοντα,d
πάντα ⸀ὑμῶν,
23
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.