2
Κἀγὼ ἐλθὼνa
πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθονb
οὐ καθ’ ὑπεροχὴνc
λόγου ἢ σοφίας καταγγέλλωνd
ὑμῖν τὸ ⸀μαρτύριονe
τοῦ θεοῦ.
2
οὐ γὰρ ἔκρινάa
⸂τι εἰδέναι⸃b
ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον·c
3
κἀγὼ ἐν ἀσθενείᾳa
καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳb
πολλῷ ἐγενόμηνc
πρὸς ὑμᾶς,
4
καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμάa
μου οὐκ ἐν ⸂πειθοῖb
σοφίας⸃ ἀλλ’ ἐν ἀποδείξειc
πνεύματος καὶ δυνάμεως,
5
ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖa
ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει θεοῦ.
6
Σοφίαν δὲ λαλοῦμενa
ἐν τοῖς τελείοις,b
σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων·c
7
ἀλλὰ λαλοῦμενa
⸂θεοῦ σοφίαν⸃ ἐν μυστηρίῳ,b
τὴν ἀποκεκρυμμένην,c
ἣν προώρισενd
ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν·
8
ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν,a
εἰ γὰρ ἔγνωσαν,b
οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν·c
9
ἀλλὰ καθὼς γέγραπται·a
Ἃ ὀφθαλμὸς οὐκ εἶδενb
καὶ οὖς οὐκ ἤκουσενc
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,d
⸀ὅσα ἡτοίμασενe
ὁ θεὸς τοῖς ἀγαπῶσινf
αὐτόν.
10
ἡμῖν ⸀γὰρ ⸂ἀπεκάλυψενa
ὁ θεὸς⸃ διὰ τοῦ ⸀πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ,b
καὶ τὰ βάθηc
τοῦ θεοῦ.
11
τίς γὰρ οἶδενa
ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ⸀ἔγνωκενb
εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
12
ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομενa
ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμενb
τὰ ὑπὸ τοῦ θεοῦ χαρισθένταc
ἡμῖν·
13
ἃ καὶ λαλοῦμενa
οὐκ ἐν διδακτοῖςb
ἀνθρωπίνηςc
σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖςd
⸀πνεύματος, πνευματικοῖςe
πνευματικὰf
συγκρίνοντες.g
14
Ψυχικὸςa
δὲ ἄνθρωπος οὐ δέχεταιb
τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρίαc
γὰρ αὐτῷ ἐστίν,d
καὶ οὐ δύναταιe
γνῶναι,f
ὅτι πνευματικῶςg
ἀνακρίνεται·h
15
ὁ δὲ πνευματικὸςa
ἀνακρίνειb
⸀τὰ πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.c
16
τίς γὰρ ἔγνωa
νοῦνb
κυρίου, ὃς συμβιβάσειc
αὐτόν; ἡμεῖς δὲ νοῦνd
Χριστοῦ ἔχομεν.e