Πρὸς Κορινθίους αʹ

16
Περὶ δὲ τῆς λογείαςa τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξαb ταῖς ἐκκλησίαις τῆς Γαλατίας,c οὕτως καὶ ὑμεῖς ποιήσατε.d
2κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτωa θησαυρίζωνb τι ⸀ἐὰν εὐοδῶται,c ἵνα μὴ ὅταν ἔλθωd τότε λογεῖαιe γίνωνται.f
3ὅταν δὲ παραγένωμαι,a οὓς ⸀ἐὰν δοκιμάσητεb δι’ ἐπιστολῶν,c τούτους πέμψωd ἀπενεγκεῖνe τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
4ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃a τοῦ κἀμὲ πορεύεσθαι,b σὺν ἐμοὶ πορεύσονται.c
5Ἐλεύσομαιa δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίανb διέλθω,c Μακεδονίανd γὰρ διέρχομαι,e
6πρὸς ὑμᾶς δὲ τυχὸνa ⸀παραμενῶb ⸀καὶ παραχειμάσω,c ἵνα ὑμεῖς με προπέμψητεd οὗ ἐὰν πορεύωμαι.e
7οὐ θέλωa γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳb ἰδεῖν,c ἐλπίζωd ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναιe πρὸς ὑμᾶς, ἐὰν κύριος ⸀ἐπιτρέψῃ.f
8⸀ἐπιμενῶa δὲ ἐν Ἐφέσῳb ἕως τῆς πεντηκοστῆς·c
9θύρα γάρ μοι ἀνέῳγενa μεγάλη καὶ ἐνεργής,b καὶ ἀντικείμενοιc πολλοί.
10Ἐὰν δὲ ἔλθῃa Τιμόθεος,b βλέπετεc ἵνα ἀφόβωςd γένηταιe πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεταιf ὡς ⸀κἀγώ·
11μή τις οὖν αὐτὸν ἐξουθενήσῃ.a προπέμψατεb δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃc πρός ⸀με, ἐκδέχομαιd γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12Περὶ δὲ Ἀπολλῶa τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσαb αὐτὸν ἵνα ἔλθῃc πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντωςd οὐκ ἦνe θέλημα ἵνα νῦν ἔλθῃ,f ἐλεύσεταιg δὲ ὅταν εὐκαιρήσῃ.h
13Γρηγορεῖτε,a στήκετεb ἐν τῇ πίστει, ἀνδρίζεσθε,c κραταιοῦσθε.d
14πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.a
15Παρακαλῶa δὲ ὑμᾶς, ἀδελφοί· οἴδατεb τὴν οἰκίαν Στεφανᾶ,c ὅτι ἐστὶνd ἀπαρχὴe τῆς Ἀχαΐαςf καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξανg ἑαυτούς·
16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθεa τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντιb καὶ κοπιῶντι.c
17χαίρωa δὲ ἐπὶ τῇ παρουσίᾳb Στεφανᾶc καὶ Φορτουνάτουd καὶ Ἀχαϊκοῦ,e ὅτι τὸ ⸀ὑμέτερονf ὑστέρημαg οὗτοι ἀνεπλήρωσαν,h
18ἀνέπαυσανa γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετεb οὖν τοὺς τοιούτους.
19Ἀσπάζονταιa ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας.b ⸀ἀσπάζεταιc ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλαςd καὶ ⸀Πρίσκαe σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20ἀσπάζονταιa ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθεb ἀλλήλους ἐν φιλήματιc ἁγίῳ.
21 ἀσπασμὸςa τῇ ἐμῇ χειρὶ Παύλου.
22εἴ τις οὐ φιλεῖa τὸν ⸀κύριον, ἤτωb ἀνάθεμα.c ⸂Μαράναd θά⸃.e
23 χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθ’ ὑμῶν.
24 ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.