15
Γνωρίζωa
δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμηνb
ὑμῖν, ὃ καὶ παρελάβετε,c
ἐν ᾧ καὶ ἑστήκατε,d
2
δι’ οὗ καὶ σῴζεσθε,a
τίνι λόγῳ εὐηγγελισάμηνb
ὑμῖν, εἰ κατέχετε,c
ἐκτὸςd
εἰ μὴ εἰκῇe
ἐπιστεύσατε.f
3
Παρέδωκαa
γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον,b
ὅτι Χριστὸς ἀπέθανενc
ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
4
καὶ ὅτι ἐτάφη,a
καὶ ὅτι ἐγήγερταιb
τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ κατὰ τὰς γραφάς,
5
καὶ ὅτι ὤφθηa
Κηφᾷ,b
εἶταc
τοῖς δώδεκα·
6
ἔπειταa
ὤφθηb
ἐπάνωc
πεντακοσίοιςd
ἀδελφοῖς ἐφάπαξ,e
ἐξ ὧν οἱ ⸀πλείονες μένουσινf
ἕως ἄρτι, τινὲς ⸀δὲ ἐκοιμήθησαν·g
7
ἔπειταa
ὤφθηb
Ἰακώβῳ, εἶταc
τοῖς ἀποστόλοις πᾶσιν·
8
ἔσχατον δὲ πάντων ὡσπερεὶa
τῷ ἐκτρώματιb
ὤφθηc
κἀμοί.
9
ἐγὼ γάρ εἰμιa
ὁ ἐλάχιστοςb
τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶc
ἱκανὸς καλεῖσθαιd
ἀπόστολος, διότιe
ἐδίωξαf
τὴν ἐκκλησίαν τοῦ θεοῦ·
10
χάριτι δὲ θεοῦ εἰμιa
ὅ εἰμι,b
καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴc
ἐγενήθη,d
ἀλλὰ περισσότερονe
αὐτῶν πάντων ἐκοπίασα,f
οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ⸀ἡ σὺν ἐμοί.
11
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομενa
καὶ οὕτως ἐπιστεύσατε.b
12
Εἰ δὲ Χριστὸς κηρύσσεταιa
ὅτι ἐκ νεκρῶν ἐγήγερται,b
πῶς λέγουσινc
⸂ἐν ὑμῖν τινες⸃ ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;d
13
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν,a
οὐδὲ Χριστὸς ἐγήγερται·b
14
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται,a
κενὸνb
⸀ἄρα τὸ κήρυγμαc
ἡμῶν, ⸀κενὴd
καὶ ἡ πίστις ⸀ὑμῶν,
15
εὑρισκόμεθαa
δὲ καὶ ψευδομάρτυρεςb
τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμενc
κατὰ τοῦ θεοῦ ὅτι ἤγειρενd
τὸν Χριστόν, ὃν οὐκ ἤγειρενe
εἴπερf
ἄρα νεκροὶ οὐκ ἐγείρονται.g
16
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται,a
οὐδὲ Χριστὸς ἐγήγερται·b
17
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται,a
ματαίαb
ἡ πίστις ⸀ὑμῶν, ἔτι ἐστὲc
ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
18
ἄρα καὶ οἱ κοιμηθέντεςa
ἐν Χριστῷ ἀπώλοντο.b
19
εἰ ἐν τῇ ζωῇ ταύτῃ ⸂ἐν Χριστῷ ἠλπικότεςa
ἐσμὲν⸃b
μόνον, ἐλεεινότεροιc
πάντων ἀνθρώπων ἐσμέν.d
20
Νυνὶa
δὲ Χριστὸς ἐγήγερταιb
ἐκ νεκρῶν, ἀπαρχὴc
τῶν ⸀κεκοιμημένων.d
21
ἐπειδὴa
γὰρ δι’ ἀνθρώπου ⸀θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν·
22
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμa
πάντες ἀποθνῄσκουσιν,b
οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.c
23
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι·a
ἀπαρχὴb
Χριστός, ἔπειταc
οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳd
αὐτοῦ·
24
εἶταa
τὸ τέλος, ὅταν ⸀παραδιδῷb
τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃc
πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν,
25
δεῖa
γὰρ αὐτὸν βασιλεύεινb
ἄχρι ⸀οὗ θῇc
πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
26
ἔσχατος ἐχθρὸς καταργεῖταιa
ὁ θάνατος,
27
πάντα γὰρ ὑπέταξενa
ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃb
ὅτι πάντα ὑποτέτακται,c
δῆλονd
ὅτι ἐκτὸςe
τοῦ ὑποτάξαντοςf
αὐτῷ τὰ πάντα.
28
ὅταν δὲ ὑποταγῇa
αὐτῷ τὰ πάντα, ⸀τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεταιb
τῷ ὑποτάξαντιc
αὐτῷ τὰ πάντα, ἵνα ᾖd
ὁ θεὸς ⸀πάντα ἐν πᾶσιν.
29
Ἐπεὶa
τί ποιήσουσινb
οἱ βαπτιζόμενοιc
ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλωςd
νεκροὶ οὐκ ἐγείρονται,e
τί καὶ βαπτίζονταιf
ὑπὲρ ⸀αὐτῶν;
30
τί καὶ ἡμεῖς κινδυνεύομενa
πᾶσαν ὥραν;
31
καθ’ ἡμέραν ἀποθνῄσκω,a
νὴb
τὴν ὑμετέρανc
⸀καύχησιν,d
ἣν ἔχωe
ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
32
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησαa
ἐν Ἐφέσῳ,b
τί μοι τὸ ὄφελος;c
εἰ νεκροὶ οὐκ ἐγείρονται,d
Φάγωμενe
καὶ πίωμεν,f
αὔριονg
γὰρ ἀποθνῄσκομεν.h
33
μὴ πλανᾶσθε·a
φθείρουσινb
ἤθηc
χρηστὰd
ὁμιλίαιe
κακαί.
34
ἐκνήψατεa
δικαίωςb
καὶ μὴ ἁμαρτάνετε,c
ἀγνωσίανd
γὰρ θεοῦ τινες ἔχουσιν·e
πρὸς ἐντροπὴνf
ὑμῖν ⸀λαλῶ.g
35
Ἀλλὰ ἐρεῖa
τις· Πῶς ἐγείρονταιb
οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;c
36
⸀ἄφρων,a
σὺ ὃ σπείρεις,b
οὐ ζῳοποιεῖταιc
ἐὰν μὴ ἀποθάνῃ·d
37
καὶ ὃ σπείρεις,a
οὐ τὸ σῶμα τὸ γενησόμενονb
σπείρειςc
ἀλλὰ γυμνὸνd
κόκκονe
εἰ τύχοιf
σίτουg
ἤ τινος τῶν λοιπῶν·
38
ὁ δὲ θεὸς ⸂δίδωσινa
αὐτῷ⸃ σῶμα καθὼς ἠθέλησεν,b
καὶ ἑκάστῳ τῶν σπερμάτων ⸀ἴδιον σῶμα.
39
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν,a
ἄλλη δὲ ⸂σὰρξ πτηνῶν⸃,b
ἄλλη δὲ ⸀ἰχθύων.c
40
καὶ σώματα ἐπουράνια,a
καὶ σώματα ἐπίγεια·b
ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίωνc
δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.d
41
ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης,a
καὶ ἄλλη δόξα ἀστέρων,b
ἀστὴρc
γὰρ ἀστέροςd
διαφέρειe
ἐν δόξῃ.
42
Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεταιa
ἐν φθορᾷ,b
ἐγείρεταιc
ἐν ἀφθαρσίᾳ·d
43
σπείρεταιa
ἐν ἀτιμίᾳ,b
ἐγείρεταιc
ἐν δόξῃ· σπείρεταιd
ἐν ἀσθενείᾳ,e
ἐγείρεταιf
ἐν δυνάμει·
44
σπείρεταιa
σῶμα ψυχικόν,b
ἐγείρεταιc
σῶμα πνευματικόν.d
⸀Εἰ ἔστινe
σῶμα ψυχικόν,f
⸂ἔστινg
καὶ⸃ πνευματικόν.h
45
οὕτως καὶ γέγραπται·a
Ἐγένετοb
ὁ πρῶτος ἄνθρωπος Ἀδὰμc
εἰς ψυχὴν ζῶσαν·d
ὁ ἔσχατος Ἀδὰμe
εἰς πνεῦμα ζῳοποιοῦν.f
46
ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸνa
ἀλλὰ τὸ ψυχικόν,b
ἔπειταc
τὸ πνευματικόν.d
47
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός,a
ὁ δεύτερος ⸀ἄνθρωπος ἐξ οὐρανοῦ.
48
οἷοςa
ὁ χοϊκός,b
τοιοῦτοι καὶ οἱ χοϊκοί,c
καὶ οἷοςd
ὁ ἐπουράνιος,e
τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·f
49
καὶ καθὼς ἐφορέσαμενa
τὴν εἰκόναb
τοῦ χοϊκοῦ,c
⸀φορέσομενd
καὶ τὴν εἰκόναe
τοῦ ἐπουρανίου.f
50
Τοῦτο δέ φημι,a
ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαιb
οὐ ⸀δύναται,c
οὐδὲ ἡ φθορὰd
τὴν ἀφθαρσίανe
κληρονομεῖ.f
51
ἰδοὺ μυστήριονa
ὑμῖν λέγω·b
⸀πάντες οὐ κοιμηθησόμεθαc
πάντες δὲ ἀλλαγησόμεθα,d
52
ἐν ἀτόμῳ,a
ἐν ῥιπῇb
ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι·c
σαλπίσειd
γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονταιe
ἄφθαρτοι,f
καὶ ἡμεῖς ἀλλαγησόμεθα.g
53
δεῖa
γὰρ τὸ φθαρτὸνb
τοῦτο ἐνδύσασθαιc
ἀφθαρσίανd
καὶ τὸ θνητὸνe
τοῦτο ἐνδύσασθαιf
ἀθανασίαν.g
54
ὅταν δὲ τὸ ⸂φθαρτὸνa
τοῦτο ἐνδύσηταιb
ἀφθαρσίανc
καὶ τὸ⸃ θνητὸνd
τοῦτο ἐνδύσηταιe
⸀ἀθανασίαν,f
τότε γενήσεταιg
ὁ λόγος ὁ γεγραμμένος·h
Κατεπόθηi
ὁ θάνατος εἰς νῖκος.j
55
ποῦ σου, θάνατε, τὸ ⸂νῖκος;a
ποῦ σου, θάνατε, τὸ κέντρον⸃;b
56
τὸ δὲ κέντρονa
τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
57
τῷ δὲ θεῷ χάρις τῷ διδόντιa
ἡμῖν τὸ νῖκοςb
διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
58
Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοιa
γίνεσθε,b
ἀμετακίνητοι,c
περισσεύοντεςd
ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότεςe
ὅτι ὁ κόποςf
ὑμῶν οὐκ ἔστινg
κενὸςh
ἐν κυρίῳ.