Πρὸς Κορινθίους αʹ

13
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶa καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω,b γέγοναc χαλκὸςd ἠχῶνe κύμβαλονf ἀλαλάζον.g
2⸂καὶ ἐὰν⸃ ἔχωa προφητείανb καὶ εἰδῶc τὰ μυστήριαd πάντα καὶ πᾶσαν τὴν γνῶσιν,e ⸄καὶ ἐὰν⸅ ἔχωf πᾶσαν τὴν πίστιν ὥστε ὄρη ⸀μεθιστάναι,g ἀγάπην δὲ μὴ ἔχω,h οὐθέν εἰμι.i
3⸂καὶ ἐὰν⸃ ψωμίσωa πάντα τὰ ὑπάρχοντάb μου, ⸄καὶ ἐὰν⸃ παραδῶc τὸ σῶμά μου, ἵνα ⸀καυθήσομαι,d ἀγάπην δὲ μὴ ἔχω,e οὐδὲν ὠφελοῦμαι.f
4 ἀγάπη μακροθυμεῖ,a χρηστεύεταιb ἀγάπη, οὐ ζηλοῖc ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται,d οὐ φυσιοῦται,e
5οὐκ ἀσχημονεῖ,a οὐ ζητεῖb τὰ ἑαυτῆς, οὐ παροξύνεται,c οὐ λογίζεταιd τὸ κακόν,
6οὐ χαίρειa ἐπὶ τῇ ἀδικίᾳ,b συγχαίρειc δὲ τῇ ἀληθείᾳ·
7πάντα στέγει,a πάντα πιστεύει,b πάντα ἐλπίζει,c πάντα ὑπομένει.d
8 ἀγάπη οὐδέποτεa ⸀πίπτει.b εἴτε δὲ προφητεῖαι,c καταργηθήσονται·d εἴτε γλῶσσαι, παύσονται·e εἴτε γνῶσις,f καταργηθήσεται.g
9ἐκ μέρους ⸀γὰρ γινώσκομενa καὶ ἐκ μέρους προφητεύομεν·b
10ὅταν δὲ ἔλθῃa τὸ τέλειον,b ⸀τὸ ἐκ μέρους καταργηθήσεται.c
11ὅτε ἤμηνa νήπιος,b ⸂ἐλάλουνc ὡς νήπιος,d ἐφρόνουνe ὡς νήπιος,f ἐλογιζόμηνg ὡς νήπιος⸃·h ⸀ὅτε γέγοναi ἀνήρ, κατήργηκαj τὰ τοῦ νηπίου.k
12βλέπομενa γὰρ ἄρτι δι’ ἐσόπτρουb ἐν αἰνίγματι,c τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκωd ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαιe καθὼς καὶ ἐπεγνώσθην.f
13νυνὶa δὲ μένειb πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἀγάπη.