Πρὸς Κορινθίους αʹ

12
Περὶ δὲ τῶν πνευματικῶν,a ἀδελφοί, οὐ θέλωb ὑμᾶς ἀγνοεῖν.c
2οἴδατεa ὅτι ὅτε ἔθνη ἦτεb πρὸς τὰ εἴδωλαc τὰ ἄφωναd ὡς ἂν ἤγεσθεe ἀπαγόμενοι.f
3διὸ γνωρίζωa ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶνb λέγει·c Ἀνάθεμαd ⸀Ἰησοῦς, καὶ οὐδεὶς δύναταιe εἰπεῖν·f ⸂Κύριος Ἰησοῦς⸃ εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
4Διαιρέσειςa δὲ χαρισμάτωνb εἰσίν,c τὸ δὲ αὐτὸ πνεῦμα·
5καὶ διαιρέσειςa διακονιῶν εἰσιν,b καὶ αὐτὸς κύριος·
6καὶ διαιρέσειςa ἐνεργημάτωνb εἰσίν,c ⸂ὁ δὲ⸃ ⸀αὐτὸς θεός, ἐνεργῶνd τὰ πάντα ἐν πᾶσιν.
7ἑκάστῳ δὲ δίδοταιa φανέρωσιςb τοῦ πνεύματος πρὸς τὸ συμφέρον.c
8 μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοταιa λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεωςb κατὰ τὸ αὐτὸ πνεῦμα,
9⸀ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ⸀ἄλλῳ χαρίσματαa ἰαμάτωνb ἐν τῷ ⸀ἑνὶ πνεύματι,
10⸀ἄλλῳ ἐνεργήματαa δυνάμεων, ⸁ἄλλῳ προφητεία,b ⸀1ἄλλῳ διακρίσειςc πνευμάτων, ⸀ἑτέρῳ γένηd γλωσσῶν, ⸀2ἄλλῳ ἑρμηνείαe γλωσσῶν·
11πάντα δὲ ταῦτα ἐνεργεῖa τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦνb ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.c
12Καθάπερa γὰρ τὸ σῶμα ἕν ἐστινb καὶ μέλη ⸂πολλὰ ἔχει⸃,c πάντα δὲ τὰ μέλη τοῦ ⸀σώματος πολλὰ ὄνταd ἕν ἐστινe σῶμα, οὕτως καὶ Χριστός·
13καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν,a εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες,b εἴτε δοῦλοι εἴτε ἐλεύθεροι,c καὶ ⸀πάντες ἓν πνεῦμα ἐποτίσθημεν.d
14Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστινa ἓν μέλος ἀλλὰ πολλά.
15ἐὰν εἴπῃa πούς· Ὅτι οὐκ εἰμὶb χείρ, οὐκ εἰμὶc ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστινd ἐκ τοῦ σώματος;
16καὶ ἐὰν εἴπῃa τὸ οὖς· Ὅτι οὐκ εἰμὶb ὀφθαλμός, οὐκ εἰμὶc ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστινd ἐκ τοῦ σώματος·
17εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἀκοή;a εἰ ὅλον ἀκοή,b ποῦ ὄσφρησις;c
18⸀νυνὶa δὲ θεὸς ἔθετοb τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.c
19εἰ δὲ ἦνa τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
20νῦν δὲ πολλὰ ⸀μὲν μέλη, ἓν δὲ σῶμα.
21οὐ δύναταιa δὲ ὀφθαλμὸς εἰπεῖνb τῇ χειρί· Χρείαν σου οὐκ ἔχω,c πάλιν κεφαλὴ τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω·d
22ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦνταa μέλη τοῦ σώματος ἀσθενέστεραb ὑπάρχεινc ἀναγκαῖάd ἐστιν,e
23καὶ δοκοῦμενa ἀτιμότεραb εἶναιc τοῦ σώματος, τούτοις τιμὴν περισσοτέρανd περιτίθεμεν,e καὶ τὰ ἀσχήμοναf ἡμῶν εὐσχημοσύνηνg περισσοτέρανh ἔχει,i
24τὰ δὲ εὐσχήμοναa ἡμῶν οὐ χρείαν ⸀ἔχει.b ἀλλὰ θεὸς συνεκέρασενc τὸ σῶμα, τῷ ⸀ὑστεροῦντιd περισσοτέρανe δοὺςf τιμήν,
25ἵνα μὴ a ⸀σχίσμαb ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιc τὰ μέλη.
26καὶ ⸀εἴτε πάσχειa ἓν μέλος, συμπάσχειb πάντα τὰ μέλη· εἴτε δοξάζεταιc ⸀μέλος, συγχαίρειd πάντα τὰ μέλη.
27Ὑμεῖς δέ ἐστεa σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
28καὶ οὓς μὲν ἔθετοa θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειταb δυνάμεις, ⸀ἔπειταc χαρίσματαd ἰαμάτων,e ἀντιλήμψεις,f κυβερνήσεις,g γένηh γλωσσῶν.
29μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
30μὴ πάντες χαρίσματαa ἔχουσινb ἰαμάτων;c μὴ πάντες γλώσσαις λαλοῦσιν;d μὴ πάντες διερμηνεύουσιν;e
31ζηλοῦτεa δὲ τὰ χαρίσματαb τὰ ⸀μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴνc ὁδὸν ὑμῖν δείκνυμι.d