11
μιμηταίa
μου γίνεσθε,b
καθὼς κἀγὼ Χριστοῦ.
2
Ἐπαινῶa
δὲ ⸀ὑμᾶς ὅτι πάντα μου μέμνησθεb
καὶ καθὼς παρέδωκαc
ὑμῖν τὰς παραδόσειςd
κατέχετε.e
3
θέλωa
δὲ ὑμᾶς εἰδέναιb
ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν,c
κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ ⸀τοῦ Χριστοῦ ὁ θεός.
4
πᾶς ἀνὴρ προσευχόμενοςa
ἢ προφητεύωνb
κατὰ κεφαλῆς ἔχωνc
καταισχύνειd
τὴν κεφαλὴν αὐτοῦ·
5
πᾶσα δὲ γυνὴ προσευχομένηa
ἢ προφητεύουσαb
ἀκατακαλύπτῳc
τῇ κεφαλῇ καταισχύνειd
τὴν κεφαλὴν ⸀αὐτῆς, ἓν γάρ ἐστινe
καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.f
6
εἰ γὰρ οὐ κατακαλύπτεταιa
γυνή, καὶ κειράσθω·b
εἰ δὲ αἰσχρὸνc
γυναικὶ τὸ κείρασθαιd
ἢ ξυρᾶσθαι,e
κατακαλυπτέσθω.f
7
ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλειa
κατακαλύπτεσθαιb
τὴν κεφαλήν, εἰκὼνc
καὶ δόξα θεοῦ ὑπάρχων·d
⸀ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.e
8
οὐ γάρ ἐστινa
ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
9
καὶ γὰρ οὐκ ἐκτίσθηa
ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
10
διὰ τοῦτο ὀφείλειa
ἡ γυνὴ ἐξουσίαν ἔχεινb
ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
11
πλὴν οὔτε ⸂γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς⸃ ἐν κυρίῳ·
12
ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
13
ἐν ὑμῖν αὐτοῖς κρίνατε·a
πρέπονb
ἐστὶνc
γυναῖκα ἀκατακάλυπτονd
τῷ θεῷ προσεύχεσθαι;e
14
⸀οὐδὲ ⸂ἡ φύσιςa
αὐτὴ⸃ διδάσκειb
ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ,c
ἀτιμίαd
αὐτῷ ἐστιν,e
15
γυνὴ δὲ ἐὰν κομᾷ,a
δόξα αὐτῇ ἐστιν;b
ὅτι ἡ κόμηc
ἀντὶd
περιβολαίουe
⸀δέδοται.f
16
εἰ δέ τις δοκεῖa
φιλόνεικοςb
εἶναι,c
ἡμεῖς τοιαύτην συνήθειανd
οὐκ ἔχομεν,e
οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
17
Τοῦτο δὲ ⸂παραγγέλλωνa
οὐκ ἐπαινῶ⸃b
ὅτι οὐκ εἰς τὸ κρεῖσσονc
ἀλλὰ εἰς τὸ ἧσσονd
συνέρχεσθε.e
18
πρῶτον μὲν γὰρ συνερχομένωνa
ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούωb
σχίσματαc
ἐν ὑμῖν ὑπάρχειν,d
καὶ μέρος τι πιστεύω.e
19
δεῖa
γὰρ καὶ αἱρέσειςb
ἐν ὑμῖν εἶναι,c
ἵνα ⸀καὶ οἱ δόκιμοιd
φανεροὶe
γένωνταιf
ἐν ὑμῖν.
20
συνερχομένωνa
οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστινb
κυριακὸνc
δεῖπνονd
φαγεῖν,e
21
ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνονa
προλαμβάνειb
ἐν τῷ φαγεῖν,c
καὶ ὃς μὲν πεινᾷ,d
ὃς δὲ μεθύει.e
22
μὴ γὰρ οἰκίας οὐκ ἔχετεa
εἰς τὸ ἐσθίεινb
καὶ πίνειν;c
ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε,d
καὶ καταισχύνετεe
τοὺς μὴ ἔχοντας;f
τί ⸂εἴπωg
ὑμῖν⸃; ἐπαινέσωh
ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.i
23
Ἐγὼ γὰρ παρέλαβονa
ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκαb
ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ ⸀παρεδίδετοc
ἔλαβενd
ἄρτον
24
καὶ εὐχαριστήσαςa
ἔκλασενb
καὶ ⸀εἶπεν·c
Τοῦτό μού ἐστινd
τὸ σῶμα τὸ ὑπὲρ ⸀ὑμῶν· τοῦτο ποιεῖτεe
εἰς τὴν ἐμὴν ἀνάμνησιν.f
25
ὡσαύτωςa
καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι,b
λέγων·c
Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶνd
ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε,e
ὁσάκιςf
⸀ἐὰν πίνητε,g
εἰς τὴν ἐμὴν ἀνάμνησιν.h
26
ὁσάκιςa
γὰρ ⸀ἐὰν ἐσθίητεb
τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον πίνητε,c
τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε,d
ἄχρι ⸀οὗ ἔλθῃ.e
27
Ὥστε ὃς ἂν ἐσθίῃa
τὸν ⸀ἄρτον ἢ πίνῃb
τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως,c
ἔνοχοςd
ἔσταιe
τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
28
δοκιμαζέτωa
δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτωb
καὶ ἐκ τοῦ ποτηρίου πινέτω·c
29
ὁ γὰρ ἐσθίωνa
καὶ ⸀πίνωνb
κρίμαc
ἑαυτῷ ἐσθίειd
καὶ πίνειe
μὴ διακρίνωνf
τὸ ⸀σῶμα.
30
διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖςa
καὶ ἄρρωστοιb
καὶ κοιμῶνταιc
ἱκανοί.
31
εἰ ⸀δὲ ἑαυτοὺς διεκρίνομεν,a
οὐκ ἂν ἐκρινόμεθα·b
32
κρινόμενοιa
δὲ ⸀ὑπὸ κυρίου παιδευόμεθα,b
ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.c
33
Ὥστε, ἀδελφοί μου, συνερχόμενοιa
εἰς τὸ φαγεῖνb
ἀλλήλους ἐκδέχεσθε.c
34
⸀εἴ τις πεινᾷ,a
ἐν οἴκῳ ἐσθιέτω,b
ἵνα μὴ εἰς κρίμαc
συνέρχησθε.d
Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθωe
διατάξομαι.f