1
Παῦλος κλητὸςa
ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ⸃ διὰ θελήματος θεοῦ καὶ Σωσθένηςb
ὁ ἀδελφὸς
2
τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ⸂ἡγιασμένοιςa
ἐν Χριστῷ Ἰησοῦ, τῇ οὔσῃb
ἐν Κορίνθῳ,⸃c
κλητοῖςd
ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοιςe
τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ ⸀αὐτῶν καὶ ἡμῶν·
3
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4
Εὐχαριστῶa
τῷ θεῷ ⸀μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃb
ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
5
ὅτι ἐν παντὶ ἐπλουτίσθητεa
ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,b
6
καθὼς τὸ μαρτύριονa
τοῦ Χριστοῦ ἐβεβαιώθηb
ἐν ὑμῖν,
7
ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαιa
ἐν μηδενὶ χαρίσματι,b
ἀπεκδεχομένουςc
τὴν ἀποκάλυψινd
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
8
ὃς καὶ βεβαιώσειa
ὑμᾶς ἕως τέλους ἀνεγκλήτουςb
ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9
πιστὸς ὁ θεὸς δι’ οὗ ἐκλήθητεa
εἰς κοινωνίανb
τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
10
Παρακαλῶa
δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητεb
πάντες, καὶ μὴ ᾖc
ἐν ὑμῖν σχίσματα,d
ἦτεe
δὲ κατηρτισμένοιf
ἐν τῷ αὐτῷ νοῒg
καὶ ἐν τῇ αὐτῇ γνώμῃ.h
11
ἐδηλώθηa
γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόηςb
ὅτι ἔριδεςc
ἐν ὑμῖν εἰσιν.d
12
λέγωa
δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει·b
Ἐγὼ μέν εἰμιc
Παύλου, Ἐγὼ δὲ Ἀπολλῶ,d
Ἐγὼ δὲ Κηφᾶ,e
Ἐγὼ δὲ Χριστοῦ.
13
μεμέρισταιa
ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθηb
ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;c
14
⸀εὐχαριστῶa
ὅτι οὐδένα ὑμῶν ἐβάπτισαb
εἰ μὴ Κρίσπονc
καὶ Γάϊον,d
15
ἵνα μή τις εἴπῃa
ὅτι εἰς τὸ ἐμὸν ὄνομα ⸀ἐβαπτίσθητε·b
16
ἐβάπτισαa
δὲ καὶ τὸν Στεφανᾶb
οἶκον· λοιπὸν οὐκ οἶδαc
εἴ τινα ἄλλον ἐβάπτισα.d
17
οὐ γὰρ ἀπέστειλένa
με Χριστὸς βαπτίζεινb
ἀλλὰ εὐαγγελίζεσθαι,c
οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇd
ὁ σταυρὸςe
τοῦ Χριστοῦ.
18
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦa
τοῖς μὲν ἀπολλυμένοιςb
μωρίαc
ἐστίν,d
τοῖς δὲ σῳζομένοιςe
ἡμῖν δύναμις θεοῦ ἐστιν.f
19
γέγραπταιa
γάρ· Ἀπολῶb
τὴν σοφίαν τῶν σοφῶν,c
καὶ τὴν σύνεσινd
τῶν συνετῶνe
ἀθετήσω.f
20
ποῦ σοφός;a
ποῦ γραμματεύς; ποῦ συζητητὴςb
τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανενc
ὁ θεὸς τὴν σοφίαν τοῦ ⸀κόσμου;
21
ἐπειδὴa
γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνωb
ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησενc
ὁ θεὸς διὰ τῆς μωρίαςd
τοῦ κηρύγματοςe
σῶσαιf
τοὺς πιστεύοντας.g
22
ἐπειδὴa
καὶ Ἰουδαῖοι ⸀σημεῖα αἰτοῦσινb
καὶ Ἕλληνεςc
σοφίαν ζητοῦσιν·d
23
ἡμεῖς δὲ κηρύσσομενa
Χριστὸν ἐσταυρωμένον,b
Ἰουδαίοις μὲν σκάνδαλονc
⸀ἔθνεσιν δὲ μωρίαν,d
24
αὐτοῖς δὲ τοῖς κλητοῖς,a
Ἰουδαίοις τε καὶ Ἕλλησιν,b
Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
25
ὅτι τὸ μωρὸνa
τοῦ θεοῦ σοφώτερονb
τῶν ἀνθρώπων ἐστίν,c
καὶ τὸ ἀσθενὲςd
τοῦ θεοῦ ἰσχυρότερονe
τῶν ⸀ἀνθρώπων.
26
Βλέπετεa
γὰρ τὴν κλῆσινb
ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶc
κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·d
27
ἀλλὰ τὰ μωρὰa
τοῦ κόσμου ἐξελέξατοb
ὁ θεός, ἵνα ⸂καταισχύνῃc
τοὺς σοφούς⸃,d
καὶ τὰ ἀσθενῆe
τοῦ κόσμου ἐξελέξατοf
ὁ θεός, ἵνα καταισχύνῃg
τὰ ἰσχυρά,h
28
καὶ τὰ ἀγενῆa
τοῦ κόσμου καὶ τὰ ἐξουθενημέναb
ἐξελέξατοc
ὁ θεός, ⸀τὰ μὴ ὄντα,d
ἵνα τὰ ὄνταe
καταργήσῃ,f
29
ὅπως μὴ καυχήσηταιa
πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.
30
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστεa
ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθηb
⸂σοφία ἡμῖν⸃ ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸςc
καὶ ἀπολύτρωσις,d
31
ἵνα καθὼς γέγραπται·a
Ὁ καυχώμενοςb
ἐν κυρίῳ καυχάσθω.c