۸
Ἐν ἐκείναις ταῖς ἡμέραις ⸂πάλιν πολλοῦ⸃ ὄχλου ὄντοςا
καὶ μὴ ἐχόντωνب
τί φάγωσιν,پ
⸀προσκαλεσάμενοςت
τοὺς ⸀μαθητὰς λέγει αὐτοῖς·
۲
Σπλαγχνίζομαιا
ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίνب
μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν·پ
۳
καὶ ἐὰν ἀπολύσωا
αὐτοὺς νήστειςب
εἰς οἶκον αὐτῶν, ἐκλυθήσονταιپ
ἐν τῇ ὁδῷ· ⸂καί τινες⸃ αὐτῶν ⸀ἀπὸ μακρόθενت
⸀ἥκασιν.ث
۴
καὶ ἀπεκρίθησανا
αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ὅτι Πόθενب
τούτους δυνήσεταίپ
τις ὧδε χορτάσαιت
ἄρτων ἐπ’ ἐρημίας;ث
۵
καὶ ⸀ἠρώταا
αὐτούς· Πόσουςب
ἔχετε ἄρτους; οἱ δὲ εἶπαν·پ
Ἑπτά.
۶
καὶ ⸀παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖνا
ἐπὶ τῆς γῆς· καὶ λαβὼνب
τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσαςپ
ἔκλασενت
καὶ ἐδίδουث
τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσινج
καὶ παρέθηκανچ
τῷ ὄχλῳ.
۷
καὶ εἶχονا
ἰχθύδιαب
ὀλίγα· καὶ εὐλογήσαςپ
⸀αὐτὰ εἶπενت
⸂καὶ ταῦτα παρατιθέναι⸃.ث
۸
⸂καὶ ἔφαγον⸃ا
καὶ ἐχορτάσθησαν,ب
καὶ ἦρανپ
περισσεύματαت
κλασμάτωνث
ἑπτὰ σπυρίδας.ج
۹
ἦσανا
⸀δὲ ὡς τετρακισχίλιοι.ب
καὶ ἀπέλυσενپ
αὐτούς.
۱۰
καὶ ⸀εὐθὺς ἐμβὰςا
εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθενب
εἰς τὰ μέρη Δαλμανουθά.پ
۱۱
Καὶ ἐξῆλθονا
οἱ Φαρισαῖοι καὶ ἤρξαντοب
συζητεῖνپ
αὐτῷ, ζητοῦντεςت
παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντεςث
αὐτόν.
۱۲
καὶ ἀναστενάξαςا
τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ⸂ζητεῖ σημεῖον⸃; ἀμὴν λέγω ⸀ὑμῖν, εἰ δοθήσεταιب
τῇ γενεᾷ ταύτῃ σημεῖον.
۱۳
καὶ ἀφεὶςا
αὐτοὺς ⸂πάλιν ἐμβὰς⸃ب
ἀπῆλθενپ
εἰς τὸ πέραν.ت
۱۴
Καὶ ἐπελάθοντοا
λαβεῖνب
ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχονپ
μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ.
۱۵
καὶ διεστέλλετοا
αὐτοῖς λέγων·ب
Ὁρᾶτε,پ
βλέπετεت
ἀπὸ τῆς ζύμηςث
τῶν Φαρισαίων καὶ τῆς ζύμηςج
Ἡρῴδου.
۱۶
καὶ διελογίζοντοا
πρὸς ⸀ἀλλήλους ὅτι ἄρτους οὐκ ⸀ἔχουσιν.
۱۷
καὶ ⸀γνοὺςا
λέγει αὐτοῖς· Τί διαλογίζεσθεب
ὅτι ἄρτους οὐκ ἔχετε; οὔπωپ
νοεῖτεت
οὐδὲ συνίετε;ث
⸀πεπωρωμένηνج
ἔχετε τὴν καρδίαν ὑμῶν;
۱۸
ὀφθαλμοὺς ἔχοντεςا
οὐ βλέπετε καὶ ὦτα ἔχοντεςب
οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετεپ
۱۹
ὅτε τοὺς πέντε ἄρτους ἔκλασαا
εἰς τοὺς πεντακισχιλίους,ب
πόσουςپ
κοφίνουςت
⸂κλασμάτωνث
πλήρεις⸃ج
ἤρατε;چ
λέγουσιν αὐτῷ· Δώδεκα.
۲۰
ὅτε ⸀καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους,ا
πόσωνب
σπυρίδωνپ
πληρώματαت
κλασμάτωνث
ἤρατε;ج
⸂καὶ λέγουσιν αὐτῷ⸃· Ἑπτά.
۲۱
καὶ ἔλεγενا
αὐτοῖς· ⸀Οὔπωب
συνίετε;پ
۲۲
Καὶ ⸀ἔρχονται εἰς Βηθσαϊδάν.ا
καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.ب
۲۳
καὶ ἐπιλαβόμενοςا
τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκενب
αὐτὸν ἔξω τῆς κώμης,پ
καὶ πτύσαςت
εἰς τὰ ὄμματαث
αὐτοῦ, ἐπιθεὶςج
τὰς χεῖρας αὐτῷ, ἐπηρώταچ
αὐτόν· Εἴ τι ⸀βλέπεις;
۲۴
καὶ ἀναβλέψαςا
ἔλεγεν·ب
Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδραپ
ὁρῶ περιπατοῦντας.ت
۲۵
εἶταا
πάλιν ⸀ἐπέθηκενب
τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψενپ
καὶ ἀπεκατέστηت
καὶ ἐνέβλεπεν⸃ث
τηλαυγῶςج
⸀ἅπαντα.
۲۶
καὶ ἀπέστειλενا
αὐτὸν ⸀εἰς οἶκον αὐτοῦ λέγων·ب
Μηδὲ εἰς τὴν κώμηνپ
⸀εἰσέλθῃς.ت
۲۷
Καὶ ἐξῆλθενا
ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμαςب
Καισαρείαςپ
τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώταت
τοὺς μαθητὰς αὐτοῦ λέγωνث
αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;ج
۲۸
οἱ δὲ ⸂εἶπανا
αὐτῷ λέγοντες⸃ب
⸀ὅτι Ἰωάννην τὸν βαπτιστήν,پ
καὶ ἄλλοι Ἠλίαν,ت
ἄλλοι δὲ ⸂ὅτι εἷς⸃ τῶν προφητῶν.
۲۹
καὶ αὐτὸς ⸂ἐπηρώταا
αὐτούς⸃· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;ب
⸀ἀποκριθεὶςپ
ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός.
۳۰
καὶ ἐπετίμησενا
αὐτοῖς ἵνα μηδενὶ λέγωσινب
περὶ αὐτοῦ.
۳۱
Καὶ ἤρξατοا
διδάσκεινب
αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖνپ
καὶ ἀποδοκιμασθῆναιت
⸀ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναιث
καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·ج
۳۲
καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει.ا
καὶ προσλαβόμενοςب
⸂ὁ Πέτρος αὐτὸν⸃ ἤρξατοپ
ἐπιτιμᾶνت
αὐτῷ.
۳۳
ὁ δὲ ἐπιστραφεὶςا
καὶ ἰδὼνب
τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησενپ
⸀Πέτρῳ ⸂καὶ λέγει⸃· Ὕπαγεت
ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖςث
τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
۳۴
Καὶ προσκαλεσάμενοςا
τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπενب
αὐτοῖς· ⸂Εἴ τις⸃ θέλει ὀπίσω μου ⸀ἐλθεῖν,پ
ἀπαρνησάσθωت
ἑαυτὸν καὶ ἀράτωث
τὸν σταυρὸνج
αὐτοῦ καὶ ἀκολουθείτωچ
μοι.
۳۵
ὃς γὰρ ⸀ἐὰν θέλῃا
τὴν ⸂ψυχὴν αὐτοῦ⸃ σῶσαιب
ἀπολέσειپ
αὐτήν· ὃς δ’ ἂν ⸀ἀπολέσειت
τὴν ⸄ψυχὴν αὐτοῦ⸅ ἕνεκενث
ἐμοῦ καὶ τοῦ εὐαγγελίου ⸀σώσειج
αὐτήν.
۳۶
τί γὰρ ⸀ὠφελεῖا
⸀ἄνθρωπον ⸂κερδῆσαιب
τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι⸃پ
τὴν ψυχὴν αὐτοῦ;
۳۷
⸂τί γὰρ⸃ ⸀δοῖا
ἄνθρωπος ἀντάλλαγμαب
τῆς ψυχῆς αὐτοῦ;
۳۸
ὃς γὰρ ἐὰν ἐπαισχυνθῇا
με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδιب
καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεταιپ
αὐτὸν ὅταν ἔλθῃت
ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.