۳
Καὶ εἰσῆλθενا
πάλιν ⸀εἰς συναγωγήν, καὶ ἦνب
ἐκεῖ ἄνθρωπος ἐξηραμμένηνپ
ἔχωνت
τὴν χεῖρα.
۲
καὶ παρετήρουνا
αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσειب
αὐτόν, ἵνα ⸀κατηγορήσωσινپ
αὐτοῦ.
۳
καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντιا
ξηράν⸃·ب
⸀Ἔγειρεپ
εἰς τὸ μέσον.
۴
καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαιا
ἢ κακοποιῆσαι,ب
ψυχὴν σῶσαιپ
ἢ ἀποκτεῖναι;ت
οἱ δὲ ἐσιώπων.ث
۵
καὶ περιβλεψάμενοςا
αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενοςب
ἐπὶ τῇ πωρώσειپ
τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινονت
τὴν ⸀χεῖρα· καὶ ἐξέτεινεν,ث
καὶ ἀπεκατεστάθηج
ἡ χεὶρ ⸀αὐτοῦ.
۶
καὶ ἐξελθόντεςا
οἱ Φαρισαῖοι ⸀εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶνب
συμβούλιονپ
⸀ἐδίδουνت
κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.ث
۷
Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν⸃ا
πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν,ب
καὶ ἀπὸ τῆς Ἰουδαίας
۸
καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίαςا
⸀καὶ πέρανب
τοῦ Ἰορδάνουپ
⸁καὶ περὶ Τύρονت
καὶ Σιδῶνα,ث
πλῆθος πολύ, ⸀ἀκούοντεςج
ὅσα ⸀ἐποίειچ
ἦλθονح
πρὸς αὐτόν.
۹
καὶ εἶπενا
τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριονب
προσκαρτερῇپ
αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσινت
αὐτόν·
۱۰
πολλοὺς γὰρ ἐθεράπευσεν,ا
ὥστε ἐπιπίπτεινب
αὐτῷ ἵνα αὐτοῦ ἅψωνταιپ
ὅσοι εἶχονت
μάστιγας.ث
۱۱
καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν,ا
προσέπιπτον⸃ب
αὐτῷ καὶ ⸀ἔκραζονپ
⸀λέγονταت
ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
۱۲
καὶ πολλὰ ἐπετίμαا
αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν⸃ب
⸀ποιήσωσιν.پ
۱۳
Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖταιا
οὓς ἤθελενب
αὐτός, καὶ ἀπῆλθονپ
πρὸς αὐτόν.
۱۴
καὶ ἐποίησενا
⸀δώδεκα, ἵνα ὦσινب
μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃپ
αὐτοὺς κηρύσσεινت
۱۵
καὶ ἔχεινا
⸀ἐξουσίαν ἐκβάλλεινب
τὰ δαιμόνια·
۱۶
καὶ ⸂ἐποίησενا
τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκενب
⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον,
۱۷
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίουا
καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκενب
αὐτοῖς ⸀ὀνόματα Βοανηργές,پ
ὅ ἐστιν Υἱοὶ Βροντῆς),ت
۱۸
καὶ Ἀνδρέανا
καὶ Φίλιππον καὶ Βαρθολομαῖονب
καὶ Μαθθαῖονپ
καὶ Θωμᾶνت
καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίουث
καὶ Θαδδαῖονج
καὶ Σίμωνα τὸν ⸀Καναναῖονچ
۱۹
καὶ Ἰούδαν ⸀Ἰσκαριώθ,ا
ὃς καὶ παρέδωκενب
αὐτόν.
۲۰
Καὶ ⸀ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁ ὄχλος, ὥστε μὴ δύνασθαιا
αὐτοὺς ⸀μηδὲ ἄρτον φαγεῖν.ب
۲۱
καὶ ἀκούσαντεςا
οἱ παρ’ αὐτοῦ ἐξῆλθονب
κρατῆσαιپ
αὐτόν, ἔλεγονت
γὰρ ὅτι ἐξέστη.ث
۲۲
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντεςا
ἔλεγονب
ὅτι Βεελζεβοὺλپ
ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
۲۳
καὶ προσκαλεσάμενοςا
αὐτοὺς ἐν παραβολαῖς ἔλεγενب
αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;پ
۲۴
καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ,ا
οὐ δύναται σταθῆναιب
ἡ βασιλεία ἐκείνη·
۲۵
καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ,ا
οὐ ⸀δυνήσεταιب
⸂ἡ οἰκία ἐκείνη σταθῆναι⸃·پ
۲۶
καὶ εἰ ὁ Σατανᾶς ἀνέστηا
ἐφ’ ἑαυτὸν καὶ ⸀ἐμερίσθη,ب
οὐ δύναται ⸀στῆναιپ
ἀλλὰ τέλος ἔχει.
۲۷
⸂ἀλλ’ οὐδεὶς δύναται⸃ ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦا
εἰσελθὼνب
τὰ σκεύη⸃پ
αὐτοῦ διαρπάσαιت
ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸνث
δήσῃ,ج
καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει.چ
۲۸
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεταιا
⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ب
καὶ ⸂αἱ βλασφημίαιپ
ὅσα ἐὰν⸃ βλασφημήσωσιν·ت
۲۹
ὃς δ’ ἂν βλασφημήσῃا
εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσινب
εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχόςپ
ἐστιν αἰωνίου ⸀ἁμαρτήματος.ت
۳۰
ὅτι ἔλεγον·ا
Πνεῦμα ἀκάθαρτον ἔχει.
۳۱
⸂Καὶ ἔρχονται⸃ ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ⸃ καὶ ἔξω ⸀στήκοντεςا
ἀπέστειλανب
πρὸς αὐτὸν ⸀καλοῦντεςپ
αὐτόν.
۳۲
καὶ ἐκάθητοا
⸂περὶ αὐτὸν ὄχλος⸃, ⸂καὶ λέγουσιν⸃ αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε.
۳۳
καὶ ⸂ἀποκριθεὶςا
αὐτοῖς λέγει⸃· Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢ οἱ ἀδελφοί ⸀μου;
۳۴
καὶ περιβλεψάμενοςا
⸂τοὺς περὶ αὐτὸν κύκλῳ⸃ب
καθημένουςپ
λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
۳۵
ὃς ⸀γὰρ ἂν ποιήσῃا
τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴب
καὶ μήτηρ ἐστίν.