۲
Καὶ ⸀εἰσελθὼνا
πάλιν εἰς Καφαρναοὺμب
δι’ ⸀ἡμερῶν ἠκούσθηپ
ὅτι ⸂ἐν οἴκῳ⸃ ἐστίν·
۲
⸀καὶ συνήχθησανا
πολλοὶ ὥστε μηκέτιب
χωρεῖνپ
μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλειت
αὐτοῖς τὸν λόγον.
۳
καὶ ἔρχονται ⸂φέροντεςا
πρὸς αὐτὸν παραλυτικὸν⸃ب
αἰρόμενονپ
ὑπὸ τεσσάρων.
۴
καὶ μὴ δυνάμενοιا
⸀προσενέγκαιب
αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασανپ
τὴν στέγηνت
ὅπου ἦν,ث
καὶ ἐξορύξαντεςج
χαλῶσιچ
τὸν κράβαττονح
⸀ὅπου ὁ παραλυτικὸςخ
κατέκειτο.د
۵
⸂καὶ ἰδὼν⸃ا
ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ·ب
Τέκνον, ⸂ἀφίενταί σου⸃ αἱ ⸀ἁμαρτίαι.
۶
ἦσανا
δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοιب
καὶ διαλογιζόμενοιپ
ἐν ταῖς καρδίαις αὐτῶν·
۷
Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ· τίς δύναται ἀφιέναιا
ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;
۸
καὶ ⸀εὐθὺς ἐπιγνοὺςا
ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως διαλογίζονταιب
ἐν ἑαυτοῖς ⸀λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθεپ
ἐν ταῖς καρδίαις ὑμῶν;
۹
τί ἐστιν εὐκοπώτερον,ا
εἰπεῖνب
τῷ παραλυτικῷ·پ
⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν·ت
⸀Ἔγειρεث
καὶ ἆρονج
⸂τὸν κράβαττόνچ
σου⸃ καὶ περιπάτει;ح
۱۰
ἵνα δὲ εἰδῆτεا
ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναιب
ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ·پ
۱۱
Σοὶ λέγω, ⸀ἔγειρεا
ἆρονب
τὸν κράβαττόνپ
σου καὶ ὕπαγεت
εἰς τὸν οἶκόν σου.
۱۲
καὶ ἠγέρθηا
⸂καὶ εὐθὺς⸃ ἄραςب
τὸν κράβαττονپ
ἐξῆλθενت
⸀ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαιث
πάντας καὶ δοξάζεινج
τὸν θεὸν λέγονταςچ
ὅτι ⸂Οὕτως οὐδέποτε⸃ح
εἴδομεν.خ
۱۳
Καὶ ἐξῆλθενا
πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετοب
πρὸς αὐτόν, καὶ ἐδίδασκενپ
αὐτούς.
۱۴
καὶ παράγωνا
εἶδενب
Λευὶνپ
τὸν τοῦ Ἁλφαίουت
καθήμενονث
ἐπὶ τὸ τελώνιον,ج
καὶ λέγει αὐτῷ· Ἀκολούθειچ
μοι. καὶ ἀναστὰςح
ἠκολούθησενخ
αὐτῷ.
۱۵
Καὶ ⸀γίνεται κατακεῖσθαιا
αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναιب
καὶ ἁμαρτωλοὶ συνανέκειντοپ
τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσανت
γὰρ πολλοὶ καὶ ⸀ἠκολούθουνث
αὐτῷ.
۱۶
καὶ οἱ γραμματεῖς ⸂τῶν Φαρισαίων⸃ ⸀ἰδόντεςا
⸂ὅτι ἐσθίει⸃ μετὰ τῶν ⸂ἁμαρτωλῶν καὶ τελωνῶν⸃ب
ἔλεγονپ
τοῖς μαθηταῖς αὐτοῦ· ⸀Ὅτι μετὰ τῶν ⸂τελωνῶνت
καὶ ἁμαρτωλῶν⸃ ⸀ἐσθίει;
۱۷
καὶ ἀκούσαςا
ὁ Ἰησοῦς λέγει αὐτοῖς ⸀ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντεςب
ἰατροῦپ
ἀλλ’ οἱ κακῶςت
ἔχοντες·ث
οὐκ ἦλθονج
καλέσαιچ
δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς.
۱۸
Καὶ ἦσανا
οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀Φαρισαῖοι νηστεύοντες.ب
καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν,پ
οἱ δὲ σοὶت
μαθηταὶ οὐ νηστεύουσιν;ث
۱۹
καὶ εἶπενا
αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνοςب
ἐν ᾧ ὁ νυμφίοςپ
μετ’ αὐτῶν ἐστιν νηστεύειν;ت
ὅσον χρόνον ⸂ἔχουσιν τὸν νυμφίονث
μετ’ αὐτῶν⸃ οὐ δύνανται νηστεύειν·ج
۲۰
ἐλεύσονταιا
δὲ ἡμέραι ὅταν ἀπαρθῇب
ἀπ’ αὐτῶν ὁ νυμφίος,پ
καὶ τότε νηστεύσουσινت
ἐν ⸂ἐκείνῃ τῇ ἡμέρᾳ⸃.
۲۱
⸀Οὐδεὶς ἐπίβλημαا
ῥάκουςب
ἀγνάφουپ
ἐπιράπτειت
ἐπὶ ⸂ἱμάτιον παλαιόν⸃·ث
εἰ δὲ μή, αἴρει τὸ πλήρωμαج
⸀ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ,چ
καὶ χεῖρονح
σχίσμαخ
γίνεται.
۲۲
καὶ οὐδεὶς βάλλει οἶνον νέονا
εἰς ἀσκοὺςب
παλαιούς·پ
εἰ δὲ μή, ⸂ῥήξειت
ὁ οἶνος⸃ τοὺς ἀσκούς,ث
καὶ ὁ οἶνος ⸂ἀπόλλυται καὶ οἱ ἀσκοί⸃.ج
ἀλλὰ οἶνον νέονچ
εἰς ἀσκοὺςح
⸀καινούς.
۲۳
Καὶ ἐγένετοا
⸂αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι⸃ب
διὰ τῶν σπορίμων,پ
καὶ ⸂οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο⸃ت
ὁδὸν ποιεῖνث
τίλλοντεςج
τοὺς στάχυας.چ
۲۴
καὶ οἱ Φαρισαῖοι ἔλεγονا
αὐτῷ· Ἴδε τί ⸀ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
۲۵
καὶ ⸀λέγει αὐτοῖς· Οὐδέποτεا
ἀνέγνωτεب
τί ἐποίησενپ
Δαυὶδ ὅτε χρείαν ἔσχενت
καὶ ἐπείνασενث
αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ;
۲۶
⸀πῶς εἰσῆλθενا
εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρب
ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεωςپ
ἔφαγεν,ت
οὓς οὐκ ἔξεστιν φαγεῖνث
εἰ μὴ ⸂τοὺς ἱερεῖς⸃, καὶ ἔδωκενج
καὶ τοῖς σὺν αὐτῷ οὖσιν;چ
۲۷
καὶ ἔλεγενا
αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετοب
⸀καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
۲۸
ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.