۱
Ἐν ἀρχῇ ἦνا
ὁ λόγος, καὶ ὁ λόγος ἦνب
πρὸς τὸν θεόν, καὶ θεὸς ἦνپ
ὁ λόγος.
۲
οὗτος ἦνا
ἐν ἀρχῇ πρὸς τὸν θεόν.
۳
πάντα δι’ αὐτοῦ ἐγένετο,ا
καὶ χωρὶς αὐτοῦ ἐγένετοب
οὐδὲ ἕν. ὃ γέγονενپ
۴
ἐν αὐτῷ ζωὴ ἦν,ا
καὶ ἡ ζωὴ ἦνب
τὸ φῶς τῶν ἀνθρώπων·
۵
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳا
φαίνει, καὶ ἡ σκοτίαب
αὐτὸ οὐ κατέλαβεν.پ
۶
Ἐγένετοا
ἄνθρωπος ἀπεσταλμένοςب
παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·
۷
οὗτος ἦλθενا
εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃب
περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσινپ
δι’ αὐτοῦ.
۸
οὐκ ἦνا
ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃب
περὶ τοῦ φωτός.
۹
ἦνا
τὸ φῶς τὸ ἀληθινὸνب
ὃ φωτίζειپ
πάντα ἄνθρωπον ἐρχόμενονت
εἰς τὸν κόσμον.
۱۰
Ἐν τῷ κόσμῳ ἦν,ا
καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο,ب
καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.پ
۱۱
εἰς τὰ ἴδια ἦλθεν,ا
καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.ب
۱۲
ὅσοι δὲ ἔλαβονا
αὐτόν, ἔδωκενب
αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι,پ
τοῖς πιστεύουσινت
εἰς τὸ ὄνομα αὐτοῦ,
۱۳
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν.ا
۱۴
Καὶ ὁ λόγος σὰρξ ἐγένετοا
καὶ ἐσκήνωσενب
ἐν ἡμῖν, καὶ ἐθεασάμεθαپ
τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦςت
παρὰ πατρός, πλήρηςث
χάριτος καὶ ἀληθείας·
۱۵
(Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγενا
λέγων·ب
Οὗτος ἦνپ
⸂ὃν εἶπον⸃·ت
Ὁ ὀπίσω μου ἐρχόμενοςث
ἔμπροσθέν μου γέγονεν,ج
ὅτι πρῶτός μου ἦν·)چ
۱۶
⸀ὅτι ἐκ τοῦ πληρώματοςا
αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,ب
καὶ χάριν ἀντὶپ
χάριτος·
۱۷
ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη,ا
ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.ب
۱۸
θεὸν οὐδεὶς ἑώρακενا
πώποτε·ب
⸂μονογενὴςپ
θεὸς⸃ ὁ ὢνت
εἰς τὸν κόλπονث
τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.ج
۱۹
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ⸀ἀπέστειλανا
οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίταςب
ἵνα ἐρωτήσωσινپ
αὐτόν· Σὺ τίς εἶ;
۲۰
καὶ ὡμολόγησενا
καὶ οὐκ ἠρνήσατο,ب
καὶ ὡμολόγησενپ
ὅτι ⸂Ἐγὼ οὐκ εἰμὶ⸃ ὁ χριστός.
۲۱
καὶ ἠρώτησανا
αὐτόν· Τί οὖν; ⸂σὺ Ἠλίαςب
εἶ⸃; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη·پ
Οὔ.
۲۲
εἶπανا
οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισινب
δῶμενپ
τοῖς πέμψασινت
ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
۲۳
ἔφη·ا
Ἐγὼ φωνὴ βοῶντοςب
ἐν τῇ ἐρήμῳ· Εὐθύνατεپ
τὴν ὁδὸν κυρίου, καθὼς εἶπενت
Ἠσαΐαςث
ὁ προφήτης.
۲۴
⸀Καὶ ἀπεσταλμένοιا
ἦσανب
ἐκ τῶν Φαρισαίων.
۲۵
καὶ ἠρώτησανا
αὐτὸν καὶ εἶπανب
αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς ⸂οὐδὲ Ἠλίαςپ
οὐδὲ⸃ ὁ προφήτης;
۲۶
ἀπεκρίθηا
αὐτοῖς ὁ Ἰωάννης λέγων·ب
Ἐγὼ βαπτίζω ἐν ὕδατι· ⸀μέσος ὑμῶν ⸀ἕστηκενپ
ὃν ὑμεῖς οὐκ οἴδατε,ت
۲۷
⸀ὁ ὀπίσω μου ⸀ἐρχόμενος,ا
οὗ ⸂οὐκ εἰμὶ⸃ ἄξιος ἵνα λύσωب
αὐτοῦ τὸν ἱμάνταپ
τοῦ ὑποδήματος.ت
۲۸
ταῦτα ἐν Βηθανίᾳا
ἐγένετοب
πέρανپ
τοῦ Ἰορδάνου,ت
ὅπου ἦνث
⸀ὁ Ἰωάννης βαπτίζων.ج
۲۹
Τῇ ἐπαύριονا
βλέπει τὸν Ἰησοῦν ἐρχόμενονب
πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸςپ
τοῦ θεοῦ ὁ αἴρωνت
τὴν ἁμαρτίαν τοῦ κόσμου.
۳۰
οὗτός ἐστιν ⸀ὑπὲρ οὗ ἐγὼ εἶπον·ا
Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν,ب
ὅτι πρῶτός μου ἦν·پ
۳۱
κἀγὼ οὐκ ᾔδεινا
αὐτόν, ἀλλ’ ἵνα φανερωθῇب
τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθονپ
ἐγὼ ⸀ἐν ὕδατι βαπτίζων.ت
۳۲
καὶ ἐμαρτύρησενا
Ἰωάννης λέγωνب
ὅτι Τεθέαμαιپ
τὸ πνεῦμα καταβαῖνονت
⸀ὡς περιστερὰνث
ἐξ οὐρανοῦ, καὶ ἔμεινενج
ἐπ’ αὐτόν·
۳۳
κἀγὼ οὐκ ᾔδεινا
αὐτόν, ἀλλ’ ὁ πέμψαςب
με βαπτίζεινپ
ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν·ت
Ἐφ’ ὃν ἂν ἴδῃςث
τὸ πνεῦμα καταβαῖνονج
καὶ μένονچ
ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζωνح
ἐν πνεύματι ἁγίῳ·
۳۴
κἀγὼ ἑώρακα,ا
καὶ μεμαρτύρηκαب
ὅτι οὗτός ἐστιν ὁ ⸀ἐκλεκτὸςپ
τοῦ θεοῦ.
۳۵
Τῇ ἐπαύριονا
πάλιν εἱστήκειب
⸀ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
۳۶
καὶ ἐμβλέψαςا
τῷ Ἰησοῦ περιπατοῦντιب
λέγει· Ἴδε ὁ ἀμνὸςپ
τοῦ θεοῦ.
۳۷
καὶ ἤκουσανا
⸂οἱ δύο μαθηταὶ αὐτοῦ⸃ λαλοῦντοςب
καὶ ἠκολούθησανپ
τῷ Ἰησοῦ.
۳۸
στραφεὶςا
δὲ ὁ Ἰησοῦς καὶ θεασάμενοςب
αὐτοὺς ἀκολουθοῦνταςپ
λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπανت
αὐτῷ· Ῥαββίث
(ὃ λέγεται ⸀μεθερμηνευόμενονج
Διδάσκαλε), ποῦ μένεις;
۳۹
λέγει αὐτοῖς· Ἔρχεσθεا
καὶ ⸂ὄψεσθε.ب
ἦλθανپ
οὖν⸃ καὶ εἶδανت
ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμεινανث
τὴν ἡμέραν ἐκείνην· ὥρα ἦνج
ὡς δεκάτη.چ
۴۰
ἦνا
Ἀνδρέαςب
ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντωνپ
παρὰ Ἰωάννου καὶ ἀκολουθησάντωνت
αὐτῷ·
۴۱
εὑρίσκει οὗτος ⸀πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμενا
τὸν Μεσσίανب
(ὅ ἐστιν μεθερμηνευόμενονپ
χριστός).
۴۲
⸀ἤγαγενا
αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψαςب
αὐτῷ ὁ Ἰησοῦς εἶπεν·پ
Σὺ εἶ Σίμων ὁ υἱὸς ⸀Ἰωάννου, σὺ κληθήσῃت
Κηφᾶςث
(ὃ ἑρμηνεύεταιج
Πέτρος).
۴۳
Τῇ ἐπαύριονا
ἠθέλησενب
ἐξελθεῖνپ
εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθειت
μοι.
۴۴
ἦνا
δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά,ب
ἐκ τῆς πόλεως Ἀνδρέουپ
καὶ Πέτρου.
۴۵
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλا
καὶ λέγει αὐτῷ· Ὃν ἔγραψενب
Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν,پ
⸀Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.ت
۴۶
καὶ εἶπενا
αὐτῷ Ναθαναήλ·ب
Ἐκ Ναζαρὲτپ
δύναταί τι ἀγαθὸν εἶναι;ت
λέγει αὐτῷ ⸀ὁ Φίλιππος· Ἔρχουث
καὶ ἴδε.ج
۴۷
εἶδενا
⸀ὁ Ἰησοῦς τὸν Ναθαναὴλب
ἐρχόμενονپ
πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶςت
Ἰσραηλίτηςث
ἐν ᾧ δόλοςج
οὐκ ἔστιν.
۴۸
λέγει αὐτῷ Ναθαναήλ·ا
Πόθενب
με γινώσκεις; ἀπεκρίθηپ
Ἰησοῦς καὶ εἶπενت
αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαιث
ὄνταج
ὑπὸ τὴν συκῆνچ
εἶδόνح
σε.
۴۹
ἀπεκρίθηا
⸂αὐτῷ Ναθαναήλ⸃·ب
Ῥαββί,پ
σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ ⸂βασιλεὺς εἶ⸃ τοῦ Ἰσραήλ.
۵۰
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτῷ· Ὅτι εἶπόνپ
σοι ⸀ὅτι εἶδόνت
σε ὑποκάτωث
τῆς συκῆςج
πιστεύεις; μείζω τούτων ⸀ὄψῃ.چ
۵۱
καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ⸀ὑμῖν, ὄψεσθεا
τὸν οὐρανὸν ἀνεῳγόταب
καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνονταςپ
καὶ καταβαίνονταςت
ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
۲
Καὶ τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ γάμοςا
ἐγένετοب
ἐν Κανὰپ
τῆς Γαλιλαίας, καὶ ἦνت
ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
۲
ἐκλήθηا
δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.ب
۳
καὶ ὑστερήσαντοςا
οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν.
۴
⸀καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπωا
ἥκειب
ἡ ὥρα μου.
۵
λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις·ا
⸂Ὅ τι⸃ ἂν λέγῃب
ὑμῖν ποιήσατε.پ
۶
ἦσανا
δὲ ἐκεῖ ⸂λίθιναιب
ὑδρίαι⸃پ
ἓξت
⸂κατὰ τὸν καθαρισμὸνث
τῶν Ἰουδαίων κείμεναι⸃,ج
χωροῦσαιچ
ἀνὰح
μετρητὰςخ
δύο ἢ τρεῖς.
۷
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατεا
τὰς ὑδρίαςب
ὕδατος· καὶ ἐγέμισανپ
αὐτὰς ἕως ἄνω.ت
۸
καὶ λέγει αὐτοῖς· Ἀντλήσατεا
νῦν καὶ φέρετεب
τῷ ἀρχιτρικλίνῳ·پ
⸂οἱ δὲ⸃ ἤνεγκαν.ت
۹
ὡς δὲ ἐγεύσατοا
ὁ ἀρχιτρίκλινοςب
τὸ ὕδωρ οἶνον γεγενημένον,پ
καὶ οὐκ ᾔδειت
πόθενث
ἐστίν, οἱ δὲ διάκονοιج
ᾔδεισανچ
οἱ ἠντληκότεςح
τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίονخ
ὁ ἀρχιτρίκλινοςد
۱۰
καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσινا
τὸν ἐλάσσω·ب
σὺ τετήρηκαςپ
τὸν καλὸν οἶνον ἕως ἄρτι.
۱۱
ταύτην ⸀ἐποίησενا
ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰب
τῆς Γαλιλαίας καὶ ἐφανέρωσενپ
τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσανت
εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
۱۲
Μετὰ τοῦτο κατέβηا
εἰς Καφαρναοὺμب
αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ⸀ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμεινανپ
οὐ πολλὰς ἡμέρας.
۱۳
Καὶ ἐγγὺς ἦνا
τὸ πάσχαب
τῶν Ἰουδαίων, καὶ ἀνέβηپ
εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
۱۴
καὶ εὗρενا
ἐν τῷ ἱερῷ τοὺς πωλοῦνταςب
βόαςپ
καὶ πρόβατα καὶ περιστερὰςت
καὶ τοὺς κερματιστὰςث
καθημένους,ج
۱۵
καὶ ποιήσαςا
φραγέλλιονب
ἐκ σχοινίωνپ
πάντας ἐξέβαλενت
ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας,ث
καὶ τῶν κολλυβιστῶνج
ἐξέχεενچ
⸂τὰ κέρματα⸃ح
καὶ τὰς τραπέζαςخ
⸀ἀνέστρεψεν,د
۱۶
καὶ τοῖς τὰς περιστερὰςا
πωλοῦσινب
εἶπεν·پ
Ἄρατεت
ταῦτα ἐντεῦθεν,ث
μὴ ποιεῖτεج
τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.چ
۱۷
⸀ἐμνήσθησανا
οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένονب
ἐστίν· Ὁ ζῆλοςپ
τοῦ οἴκου σου καταφάγεταίت
με.
۱۸
ἀπεκρίθησανا
οὖν οἱ Ἰουδαῖοι καὶ εἶπανب
αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
۱۹
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτοῖς· Λύσατεپ
τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶت
αὐτόν.
۲۰
εἶπανا
οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκονταب
καὶ ἓξپ
ἔτεσιν οἰκοδομήθηت
ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖςث
αὐτόν;
۲۱
ἐκεῖνος δὲ ἔλεγενا
περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
۲۲
ὅτε οὖν ἠγέρθηا
ἐκ νεκρῶν, ἐμνήσθησανب
οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν,پ
καὶ ἐπίστευσανت
τῇ γραφῇ καὶ τῷ λόγῳ ⸀ὃν εἶπενث
ὁ Ἰησοῦς.
۲۳
Ὡς δὲ ἦνا
ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχαب
ἐν τῇ ἑορτῇ,پ
πολλοὶ ἐπίστευσανت
εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντεςث
αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·ج
۲۴
αὐτὸς ⸀δὲ Ἰησοῦς οὐκ ἐπίστευενا
⸀αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκεινب
πάντας
۲۵
καὶ ὅτι οὐ χρείαν εἶχενا
ἵνα τις μαρτυρήσῃب
περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκενپ
τί ἦνت
ἐν τῷ ἀνθρώπῳ.
۳
Ἦνا
δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημοςب
ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·
۲
οὗτος ἦλθενا
πρὸς αὐτὸν νυκτὸς καὶ εἶπενب
αὐτῷ· Ῥαββί,پ
οἴδαμενت
ὅτι ἀπὸ θεοῦ ἐλήλυθαςث
διδάσκαλος· οὐδεὶς γὰρ ⸂δύναται ταῦτα τὰ σημεῖα⸃ ποιεῖνج
ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖچ
ὁ θεὸς μετ’ αὐτοῦ.
۳
⸀ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇپ
ἄνωθεν,ت
οὐ δύναται ἰδεῖνث
τὴν βασιλείαν τοῦ θεοῦ.
۴
λέγει πρὸς αὐτὸν ⸀ὁ Νικόδημος·ا
Πῶς δύναται ἄνθρωπος γεννηθῆναιب
γέρωνپ
ὤν;ت
μὴ δύναται εἰς τὴν κοιλίανث
τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖνج
καὶ γεννηθῆναι;چ
۵
⸀ἀπεκρίθηا
Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇب
ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖνپ
εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
۶
τὸ γεγεννημένονا
ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένονب
ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.
۷
μὴ θαυμάσῃςا
ὅτι εἶπόνب
σοι Δεῖ ὑμᾶς γεννηθῆναιپ
ἄνωθεν.ت
۸
τὸ πνεῦμα ὅπου θέλει πνεῖ,ا
καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδαςب
πόθενپ
ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένοςت
ἐκ τοῦ πνεύματος.
۹
ἀπεκρίθηا
Νικόδημοςب
καὶ εἶπενپ
αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι;ت
۱۰
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
۱۱
ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμενا
λαλοῦμεν καὶ ὃ ἑωράκαμενب
μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
۱۲
εἰ τὰ ἐπίγειαا
εἶπονب
ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπωپ
ὑμῖν τὰ ἐπουράνιαت
πιστεύσετε;ث
۱۳
καὶ οὐδεὶς ἀναβέβηκενا
εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς,ب
ὁ υἱὸς τοῦ ⸀ἀνθρώπου.
۱۴
καὶ καθὼς Μωϋσῆς ὕψωσενا
τὸν ὄφινب
ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναιپ
δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
۱۵
ἵνα πᾶς ὁ πιστεύωνا
⸂ἐν αὐτῷ⸃ ἔχῃب
ζωὴν αἰώνιον.
۱۶
Οὕτως γὰρ ἠγάπησενا
ὁ θεὸς τὸν κόσμον ὥστε τὸν ⸀υἱὸν τὸν μονογενῆب
ἔδωκεν,پ
ἵνα πᾶς ὁ πιστεύωνت
εἰς αὐτὸν μὴ ἀπόληταιث
ἀλλὰ ἔχῃج
ζωὴν αἰώνιον.
۱۷
οὐ γὰρ ἀπέστειλενا
ὁ θεὸς τὸν ⸀υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃب
τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇپ
ὁ κόσμος δι’ αὐτοῦ.
۱۸
ὁ πιστεύωνا
εἰς αὐτὸν οὐ κρίνεται· ὁ ⸀δὲ μὴ πιστεύωνب
ἤδη κέκριται,پ
ὅτι μὴ πεπίστευκενت
εἰς τὸ ὄνομα τοῦ μονογενοῦςث
υἱοῦ τοῦ θεοῦ.
۱۹
αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τὸ φῶς ἐλήλυθενا
εἰς τὸν κόσμον καὶ ἠγάπησανب
οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦνپ
γὰρ ⸂αὐτῶν πονηρὰ⸃ τὰ ἔργα.
۲۰
πᾶς γὰρ ὁ φαῦλαا
πράσσωνب
μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇپ
τὰ ἔργα αὐτοῦ·
۲۱
ὁ δὲ ποιῶνا
τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇب
αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα.پ
۲۲
Μετὰ ταῦτα ἦλθενا
ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβενب
μετ’ αὐτῶν καὶ ἐβάπτιζεν.پ
۲۳
ἦνا
δὲ καὶ ⸀ὁ Ἰωάννης βαπτίζωνب
ἐν Αἰνὼνپ
ἐγγὺς τοῦ Σαλείμ,ت
ὅτι ὕδατα πολλὰ ἦνث
ἐκεῖ, καὶ παρεγίνοντοج
καὶ ἐβαπτίζοντο·چ
۲۴
οὔπωا
γὰρ ἦνب
βεβλημένοςپ
εἰς τὴν φυλακὴν ⸀ὁ Ἰωάννης.
۲۵
Ἐγένετοا
οὖν ζήτησιςب
ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.پ
۲۶
καὶ ἦλθονا
πρὸς τὸν Ἰωάννην καὶ εἶπανب
αὐτῷ· Ῥαββί,پ
ὃς ἦνت
μετὰ σοῦ πέρανث
τοῦ Ἰορδάνου,ج
ᾧ σὺ μεμαρτύρηκας,چ
ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
۲۷
ἀπεκρίθηا
Ἰωάννης καὶ εἶπεν·ب
Οὐ δύναται ἄνθρωπος λαμβάνεινپ
⸂οὐδὲ ἓν⸃ ἐὰν μὴ ᾖت
δεδομένονث
αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
۲۸
αὐτοὶ ὑμεῖς ⸀μοι μαρτυρεῖτε ὅτι ⸀εἶπον·ا
Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός, ἀλλ’ ὅτι Ἀπεσταλμένοςب
εἰμὶ ἔμπροσθεν ἐκείνου.
۲۹
ὁ ἔχωνا
τὴν νύμφηνب
νυμφίοςپ
ἐστίν· ὁ δὲ φίλοςت
τοῦ νυμφίουث
ὁ ἑστηκὼςج
καὶ ἀκούωνچ
αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.ح
αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.خ
۳۰
ἐκεῖνον δεῖ αὐξάνειν,ا
ἐμὲ δὲ ἐλαττοῦσθαι.ب
۳۱
Ὁ ἄνωθενا
ἐρχόμενοςب
ἐπάνωپ
πάντων ἐστίν. ὁ ὢνت
ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενοςث
ἐπάνωج
πάντων ἐστίν·
۳۲
⸀ὃ ἑώρακενا
καὶ ἤκουσενب
τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
۳۳
ὁ λαβὼνا
αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισενب
ὅτι ὁ θεὸς ἀληθήςپ
ἐστιν.
۳۴
ὃν γὰρ ἀπέστειλενا
ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρουب
⸀δίδωσιν τὸ πνεῦμα.
۳۵
ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκενا
ἐν τῇ χειρὶ αὐτοῦ.
۳۶
ὁ πιστεύωνا
εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶνب
τῷ υἱῷ οὐκ ὄψεταιپ
ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν.
۴
Ὡς οὖν ἔγνωا
ὁ ⸀Ἰησοῦς ὅτι ἤκουσανب
οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης—
۲
καίτοιγεا
Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζενب
ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ—
۳
ἀφῆκενا
τὴν Ἰουδαίαν καὶ ἀπῆλθενب
⸀πάλιν εἰς τὴν Γαλιλαίαν.
۴
ἔδειا
δὲ αὐτὸν διέρχεσθαιب
διὰ τῆς Σαμαρείας.پ
۵
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείαςا
λεγομένηνب
Συχὰρپ
πλησίονت
τοῦ χωρίουث
ὃ ἔδωκενج
Ἰακὼβچ
⸀τῷ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
۶
ἦνا
δὲ ἐκεῖ πηγὴب
τοῦ Ἰακώβ.پ
ὁ οὖν Ἰησοῦς κεκοπιακὼςت
ἐκ τῆς ὁδοιπορίαςث
ἐκαθέζετοج
οὕτως ἐπὶ τῇ πηγῇ·چ
ὥρα ἦνح
⸀ὡς ἕκτη.خ
۷
Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείαςا
ἀντλῆσαιب
ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δόςپ
μοι πεῖν·ت
۸
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισανا
εἰς τὴν πόλιν, ἵνα τροφὰςب
ἀγοράσωσιν.پ
۹
λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις·ا
Πῶς σὺ Ἰουδαῖος ὢνب
παρ’ ἐμοῦ πεῖνپ
αἰτεῖς ⸂γυναικὸς Σαμαρίτιδοςت
οὔσης⸃;ث
οὐ γὰρ συγχρῶνταιج
Ἰουδαῖοι Σαμαρίταις.چ
۱۰
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτῇ· Εἰ ᾔδειςپ
τὴν δωρεὰνت
τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγωνث
σοι· Δόςج
μοι πεῖν,چ
σὺ ἂν ᾔτησαςح
αὐτὸν καὶ ἔδωκενخ
ἄν σοι ὕδωρ ζῶν.د
۱۱
λέγει αὐτῷ ⸂ἡ γυνή⸃· Κύριε, οὔτε ἄντλημαا
ἔχεις καὶ τὸ φρέαρب
ἐστὶν βαθύ·پ
πόθενت
οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;ث
۱۲
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ,ا
ὃς ἔδωκενب
ἡμῖν τὸ φρέαρپ
καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιενت
καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματαث
αὐτοῦ;
۱۳
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτῇ· Πᾶς ὁ πίνωνپ
ἐκ τοῦ ὕδατος τούτου διψήσειت
πάλιν·
۱۴
ὃς δ’ ἂν πίῃا
ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσωب
αὐτῷ, οὐ μὴ ⸀διψήσειپ
εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσωت
αὐτῷ γενήσεταιث
ἐν αὐτῷ πηγὴج
ὕδατος ἁλλομένουچ
εἰς ζωὴν αἰώνιον.
۱۵
λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δόςا
μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶب
μηδὲ ⸀διέρχωμαιپ
ἐνθάδεت
ἀντλεῖν.ث
۱۶
Λέγει ⸀αὐτῇ· Ὕπαγεا
φώνησονب
⸂τὸν ἄνδρα σου⸃ καὶ ἐλθὲپ
ἐνθάδε.ت
۱۷
ἀπεκρίθηا
ἡ γυνὴ καὶ εἶπενب
⸀αὐτῷ· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπαςپ
ὅτι Ἄνδρα οὐκ ἔχω·
۱۸
πέντε γὰρ ἄνδρας ἔσχες,ا
καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲςب
εἴρηκας.پ
۱۹
λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
۲۰
οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν·ا
καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου ⸂προσκυνεῖνب
δεῖ⸃.
۲۱
λέγει αὐτῇ ὁ Ἰησοῦς· ⸂Πίστευέا
μοι, γύναι⸃, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετεب
τῷ πατρί.
۲۲
ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε,ا
ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν,ب
ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν·
۲۳
ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶا
προσκυνηταὶب
προσκυνήσουσινپ
τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦνταςت
αὐτόν·
۲۴
πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦνταςا
αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.ب
۲۵
λέγει αὐτῷ ἡ γυνή· Οἶδαا
ὅτι Μεσσίαςب
ἔρχεται, ὁ λεγόμενοςپ
χριστός· ὅταν ἔλθῃت
ἐκεῖνος, ἀναγγελεῖث
ἡμῖν ⸀ἅπαντα.
۲۶
λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶνا
σοι.
۲۷
Καὶ ἐπὶ τούτῳ ἦλθανا
οἱ μαθηταὶ αὐτοῦ, καὶ ⸀ἐθαύμαζονب
ὅτι μετὰ γυναικὸς ἐλάλει·پ
οὐδεὶς μέντοιت
εἶπεν·ث
Τί ζητεῖς; ἢ τί λαλεῖς μετ’ αὐτῆς;
۲۸
ἀφῆκενا
οὖν τὴν ὑδρίανب
αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθενپ
εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις·
۲۹
Δεῦτεا
ἴδετεب
ἄνθρωπον ὃς εἶπέپ
μοι πάντα ⸀ὅσα ἐποίησα·ت
μήτιث
οὗτός ἐστιν ὁ χριστός;
۳۰
ἐξῆλθονا
ἐκ τῆς πόλεως καὶ ἤρχοντοب
πρὸς αὐτόν.
۳۱
⸀Ἐν τῷ μεταξὺا
ἠρώτωνب
αὐτὸν οἱ μαθηταὶ λέγοντες·پ
Ῥαββί,ت
φάγε.ث
۳۲
ὁ δὲ εἶπενا
αὐτοῖς· Ἐγὼ βρῶσινب
ἔχω φαγεῖνپ
ἣν ὑμεῖς οὐκ οἴδατε.ت
۳۳
ἔλεγονا
οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκενب
αὐτῷ φαγεῖν;پ
۳۴
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμάا
ἐστιν ἵνα ⸀ποιήσωب
τὸ θέλημα τοῦ πέμψαντόςپ
με καὶ τελειώσωت
αὐτοῦ τὸ ἔργον.
۳۵
οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνόςا
ἐστιν καὶ ὁ θερισμὸςب
ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατεپ
τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθεت
τὰς χώραςث
ὅτι λευκαίج
εἰσιν πρὸς θερισμόν·چ
ἤδη
۳۶
⸀ὁ θερίζωνا
μισθὸνب
λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ⸀ἵνα ὁ σπείρωνپ
ὁμοῦت
χαίρῃث
καὶ ὁ θερίζων.ج
۳۷
ἐν γὰρ τούτῳ ὁ λόγος ⸀ἐστὶν ἀληθινὸςا
ὅτι Ἄλλος ἐστὶν ὁ σπείρωνب
καὶ ἄλλος ὁ θερίζων·پ
۳۸
ἐγὼ ἀπέστειλαا
ὑμᾶς θερίζεινب
ὃ οὐχ ὑμεῖς κεκοπιάκατε·پ
ἄλλοι κεκοπιάκασιν,ت
καὶ ὑμεῖς εἰς τὸν κόπονث
αὐτῶν εἰσεληλύθατε.ج
۳۹
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσανا
εἰς αὐτὸν τῶν Σαμαριτῶνب
διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσηςپ
ὅτι Εἶπένت
μοι πάντα ⸀ἃ ἐποίησα.ث
۴۰
ὡς οὖν ἦλθονا
πρὸς αὐτὸν οἱ Σαμαρῖται,ب
ἠρώτωνپ
αὐτὸν μεῖναιت
παρ’ αὐτοῖς· καὶ ἔμεινενث
ἐκεῖ δύο ἡμέρας.
۴۱
καὶ πολλῷ πλείους ἐπίστευσανا
διὰ τὸν λόγον αὐτοῦ,
۴۲
τῇ τε γυναικὶ ἔλεγονا
ὅτι Οὐκέτι διὰ τὴν σὴνب
λαλιὰνپ
πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν,ت
καὶ οἴδαμενث
ὅτι οὗτός ἐστιν ἀληθῶςج
ὁ σωτὴρچ
τοῦ ⸀κόσμου.
۴۳
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθενا
⸀ἐκεῖθενب
εἰς τὴν Γαλιλαίαν·
۴۴
αὐτὸς ⸀γὰρ Ἰησοῦς ἐμαρτύρησενا
ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδιب
τιμὴν οὐκ ἔχει.
۴۵
ὅτε οὖν ἦλθενا
εἰς τὴν Γαλιλαίαν, ἐδέξαντοب
αὐτὸν οἱ Γαλιλαῖοι,پ
πάντα ἑωρακότεςت
⸀ὅσα ἐποίησενث
ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ,ج
καὶ αὐτοὶ γὰρ ἦλθονچ
εἰς τὴν ἑορτήν.ح
۴۶
Ἦλθενا
οὖν ⸀πάλιν εἰς τὴν Κανὰب
τῆς Γαλιλαίας, ὅπου ἐποίησενپ
τὸ ὕδωρ οἶνον. καὶ ἦνت
τις βασιλικὸςث
οὗ ὁ υἱὸς ἠσθένειج
ἐν Καφαρναούμ.چ
۴۷
οὗτος ἀκούσαςا
ὅτι Ἰησοῦς ἥκειب
ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθενپ
πρὸς αὐτὸν καὶ ⸀ἠρώταت
ἵνα καταβῇث
καὶ ἰάσηταιج
αὐτοῦ τὸν υἱόν, ἤμελλενچ
γὰρ ἀποθνῄσκειν.ح
۴۸
εἶπενا
οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέραταب
ἴδητε,پ
οὐ μὴ πιστεύσητε.ت
۴۹
λέγει πρὸς αὐτὸν ὁ βασιλικός·ا
Κύριε, κατάβηθιب
πρὶνپ
ἀποθανεῖνت
τὸ παιδίον μου.
۵۰
λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου·ا
ὁ υἱός σου ζῇ. ⸀ἐπίστευσενب
ὁ ἄνθρωπος τῷ λόγῳ ⸀ὃν εἶπενپ
αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο.ت
۵۱
ἤδη δὲ αὐτοῦ καταβαίνοντοςا
οἱ δοῦλοι αὐτοῦ ⸀ὑπήντησανب
⸀αὐτῷ λέγοντεςپ
ὅτι ὁ παῖςت
⸀αὐτοῦ ζῇ.
۵۲
ἐπύθετοا
οὖν ⸂τὴν ὥραν παρ’ αὐτῶν⸃ ἐν ᾗ κομψότερονب
ἔσχεν·پ
⸂εἶπανت
οὖν⸃ αὐτῷ ὅτι ⸀Ἐχθὲςث
ὥραν ἑβδόμηνج
ἀφῆκενچ
αὐτὸν ὁ πυρετός.ح
۵۳
ἔγνωا
οὖν ὁ πατὴρ ⸀ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπενب
αὐτῷ ὁ ⸀Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσενپ
αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
۵۴
τοῦτο ⸀δὲ πάλιν δεύτερον σημεῖον ἐποίησενا
ὁ Ἰησοῦς ἐλθὼνب
ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
۵
Μετὰ ταῦτα ⸀ἦνا
ἑορτὴب
τῶν Ἰουδαίων, καὶ ⸀ἀνέβηپ
Ἰησοῦς εἰς Ἱεροσόλυμα.
۲
ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇا
κολυμβήθραب
ἡ ἐπιλεγομένηپ
Ἑβραϊστὶت
⸀Βηθεσδά,ث
πέντε στοὰςج
ἔχουσα·چ
۳
ἐν ταύταις κατέκειτοا
⸀πλῆθος τῶν ἀσθενούντων,ب
τυφλῶν, χωλῶν,پ
⸀ξηρῶν.ت
۵
ἦνا
δέ τις ἄνθρωπος ἐκεῖ ⸀τριάκονταب
ὀκτὼپ
ἔτη ἔχωνت
ἐν τῇ ἀσθενείᾳث
⸀αὐτοῦ·
۶
τοῦτον ἰδὼνا
ὁ Ἰησοῦς κατακείμενον,ب
καὶ γνοὺςپ
ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴςت
γενέσθαι;ث
۷
ἀπεκρίθηا
αὐτῷ ὁ ἀσθενῶν·ب
Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇپ
τὸ ὕδωρ βάλῃت
με εἰς τὴν κολυμβήθραν·ث
ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
۸
λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ἔγειρεا
ἆρονب
τὸν κράβαττόνپ
σου καὶ περιπάτει.ت
۹
καὶ εὐθέως ἐγένετοا
ὑγιὴςب
ὁ ἄνθρωπος καὶ ἦρεپ
τὸν κράβαττονت
αὐτοῦ καὶ περιεπάτει.ث
Ἦνج
δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
۱۰
ἔλεγονا
οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ·ب
Σάββατόν ἐστιν, ⸀καὶ οὐκ ἔξεστίν σοι ἆραιپ
τὸν ⸀κράβαττον.ت
۱۱
⸂ὃς δὲ⸃ ἀπεκρίθηا
αὐτοῖς· Ὁ ποιήσαςب
με ὑγιῆپ
ἐκεῖνός μοι εἶπενت
Ἆρονث
τὸν κράβαττόνج
σου καὶ περιπάτει.چ
۱۲
ἠρώτησανا
⸀οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπώνب
σοι· ⸀Ἆρονپ
καὶ περιπάτει;ت
۱۳
ὁ δὲ ἰαθεὶςا
οὐκ ᾔδειب
τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσενپ
ὄχλου ὄντοςت
ἐν τῷ τόπῳ.
۱۴
μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπενا
αὐτῷ· Ἴδε ὑγιὴςب
γέγονας·پ
μηκέτιت
ἁμάρτανε,ث
ἵνα μὴ χεῖρόνج
⸂σοί τι⸃ γένηται.چ
۱۵
ἀπῆλθενا
ὁ ἄνθρωπος καὶ ⸀ἀνήγγειλενب
τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσαςپ
αὐτὸν ὑγιῆ.ت
۱۶
καὶ διὰ τοῦτο ἐδίωκονا
⸂οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν⸃ ὅτι ταῦτα ἐποίειب
ἐν σαββάτῳ.
۱۷
ὁ ⸀δὲ ἀπεκρίνατοا
αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.
۱۸
διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουνا
αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναιب
ὅτι οὐ μόνον ἔλυεپ
τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεت
τὸν θεόν, ἴσονث
ἑαυτὸν ποιῶνج
τῷ θεῷ.
۱۹
Ἀπεκρίνατοا
οὖν ὁ Ἰησοῦς καὶ ⸀ἔλεγενب
αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖνپ
ἀφ’ ἑαυτοῦ οὐδὲν ⸀ἐὰν μή τι βλέπῃت
τὸν πατέρα ποιοῦντα·ث
ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ,ج
ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
۲۰
ὁ γὰρ πατὴρ φιλεῖا
τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξειب
αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.پ
۲۱
ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ,ا
οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.ب
۲۲
οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκενا
τῷ υἱῷ,
۲۳
ἵνα πάντες τιμῶσιا
τὸν υἱὸν καθὼς τιμῶσιب
τὸν πατέρα. ὁ μὴ τιμῶνپ
τὸν υἱὸν οὐ τιμᾷت
τὸν πατέρα τὸν πέμψανταث
αὐτόν.
۲۴
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούωνا
καὶ πιστεύωνب
τῷ πέμψαντίپ
με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκενت
ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
۲۵
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ⸀ἀκούσουσινا
τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντεςب
⸀ζήσουσιν.پ
۲۶
ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ⸂καὶ τῷ υἱῷ ἔδωκεν⸃ا
ζωὴν ἔχεινب
ἐν ἑαυτῷ·
۲۷
καὶ ἐξουσίαν ἔδωκενا
⸀αὐτῷ κρίσιν ποιεῖν,ب
ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
۲۸
μὴ θαυμάζετεا
τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ⸀ἀκούσουσινب
τῆς φωνῆς αὐτοῦ
۲۹
καὶ ἐκπορεύσονταιا
οἱ τὰ ἀγαθὰ ποιήσαντεςب
εἰς ἀνάστασιν ζωῆς, οἱ ⸀δὲ τὰ φαῦλαپ
πράξαντεςت
εἰς ἀνάστασιν κρίσεως.
۳۰
Οὐ δύναμαι ἐγὼ ποιεῖνا
ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντόςب
⸀με.
۳۱
Ἐὰν ἐγὼ μαρτυρῶا
περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·ب
۳۲
ἄλλος ἐστὶν ὁ μαρτυρῶνا
περὶ ἐμοῦ, καὶ οἶδαب
ὅτι ἀληθήςپ
ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
۳۳
ὑμεῖς ἀπεστάλκατεا
πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεب
τῇ ἀληθείᾳ·
۳۴
ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.ا
۳۵
ἐκεῖνος ἦνا
ὁ λύχνοςب
ὁ καιόμενοςپ
καὶ φαίνων,ت
ὑμεῖς δὲ ἠθελήσατεث
ἀγαλλιαθῆναιج
πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ·
۳۶
ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν ⸀μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ ⸀δέδωκένا
μοι ὁ πατὴρ ἵνα τελειώσωب
αὐτά, αὐτὰ τὰ ἔργα ⸀ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν,پ
۳۷
καὶ ὁ πέμψαςا
με πατὴρ ⸀ἐκεῖνος μεμαρτύρηκενب
περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ⸂πώποτεپ
ἀκηκόατε⸃ت
οὔτε εἶδοςث
αὐτοῦ ἑωράκατε,ج
۳۸
καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ⸂ἐν ὑμῖν μένοντα⸃,ا
ὅτι ὃν ἀπέστειλενب
ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.
۳۹
Ἐραυνᾶτεا
τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν·ب
καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαιپ
περὶ ἐμοῦ·
۴۰
καὶ οὐ θέλετε ἐλθεῖνا
πρός με ἵνα ζωὴν ἔχητε.ب
۴۱
δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,
۴۲
ἀλλὰ ἔγνωκαا
ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
۴۳
ἐγὼ ἐλήλυθαا
ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃب
ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.پ
۴۴
πῶς δύνασθε ὑμεῖς πιστεῦσαι,ا
δόξαν παρ’ ἀλλήλων λαμβάνοντες,ب
καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;
۴۵
μὴ δοκεῖτεا
ὅτι ἐγὼ κατηγορήσωب
ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶνپ
ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.ت
۴۶
εἰ γὰρ ἐπιστεύετεا
Μωϋσεῖ, ἐπιστεύετεب
ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.پ
۴۷
εἰ δὲ τοῖς ἐκείνου γράμμασινا
οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;ب
۶
Μετὰ ταῦτα ἀπῆλθενا
ὁ Ἰησοῦς πέρανب
τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.پ
۲
⸂ἠκολούθειا
δὲ⸃ αὐτῷ ὄχλος πολύς, ὅτι ⸀ἐθεώρουνب
τὰ σημεῖα ἃ ἐποίειپ
ἐπὶ τῶν ἀσθενούντων.ت
۳
ἀνῆλθενا
δὲ εἰς τὸ ⸀ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητοب
μετὰ τῶν μαθητῶν αὐτοῦ.
۴
ἦνا
δὲ ἐγγὺς τὸ πάσχα,ب
ἡ ἑορτὴپ
τῶν Ἰουδαίων.
۵
ἐπάραςا
οὖν ⸂τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς⸃ καὶ θεασάμενοςب
ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει ⸀πρὸς Φίλιππον· Πόθενپ
⸀ἀγοράσωμενت
ἄρτους ἵνα φάγωσινث
οὗτοι;
۶
τοῦτο δὲ ἔλεγενا
πειράζωνب
αὐτόν, αὐτὸς γὰρ ᾔδειپ
τί ἔμελλενت
ποιεῖν.ث
۷
ἀπεκρίθηا
⸀αὐτῷ Φίλιππος· Διακοσίωνب
δηναρίωνپ
ἄρτοι οὐκ ἀρκοῦσινت
αὐτοῖς ἵνα ⸀ἕκαστος βραχύث
⸀τι λάβῃ.ج
۸
λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέαςا
ὁ ἀδελφὸς Σίμωνος Πέτρου·
۹
Ἔστιν ⸀παιδάριονا
ὧδε ⸀ὃς ἔχει πέντε ἄρτους κριθίνουςب
καὶ δύο ὀψάρια·پ
ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;ت
۱۰
⸀εἶπενا
ὁ Ἰησοῦς· Ποιήσατεب
τοὺς ἀνθρώπους ἀναπεσεῖν.پ
ἦνت
δὲ χόρτοςث
πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσανج
οὖν οἱ ἄνδρες τὸν ἀριθμὸνچ
⸀ὡς πεντακισχίλιοι.ح
۱۱
ἔλαβενا
⸀οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσαςب
⸀διέδωκενپ
τοῖς ἀνακειμένοις,ت
ὁμοίως καὶ ἐκ τῶν ὀψαρίωνث
ὅσον ἤθελον.ج
۱۲
ὡς δὲ ἐνεπλήσθησανا
λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετεب
τὰ περισσεύσανταپ
κλάσματα,ت
ἵνα μή τι ἀπόληται.ث
۱۳
συνήγαγονا
οὖν, καὶ ἐγέμισανب
δώδεκα κοφίνουςپ
κλασμάτωνت
ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνωνث
ἃ ⸀ἐπερίσσευσανج
τοῖς βεβρωκόσιν.چ
۱۴
οἱ οὖν ἄνθρωποι ἰδόντεςا
⸂ὃ ἐποίησενب
σημεῖον⸃ ⸀ἔλεγονپ
ὅτι Οὗτός ἐστιν ἀληθῶςت
ὁ προφήτης ὁ ἐρχόμενοςث
εἰς τὸν κόσμον.
۱۵
Ἰησοῦς οὖν γνοὺςا
ὅτι μέλλουσιν ἔρχεσθαιب
καὶ ἁρπάζεινپ
αὐτὸν ἵνα ⸀ποιήσωσινت
βασιλέα ἀνεχώρησενث
⸀πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
۱۶
Ὡς δὲ ὀψίαا
ἐγένετοب
κατέβησανپ
οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
۱۷
καὶ ἐμβάντεςا
⸀εἰς πλοῖον ἤρχοντοب
πέρανپ
τῆς θαλάσσης εἰς Καφαρναούμ.ت
καὶ σκοτίαث
ἤδη ἐγεγόνειج
καὶ ⸀οὔπωچ
ἐληλύθειح
πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
۱۸
ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντοςا
⸀διεγείρετο.ب
۱۹
ἐληλακότεςا
οὖν ὡς σταδίουςب
εἴκοσιپ
πέντε ἢ τριάκονταت
θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦνταث
ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον,ج
καὶ ἐφοβήθησαν.چ
۲۰
ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε.ا
۲۱
ἤθελονا
οὖν λαβεῖνب
αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ⸂ἐγένετοپ
τὸ πλοῖον⸃ ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.ت
۲۲
Τῇ ἐπαύριονا
ὁ ὄχλος ὁ ἑστηκὼςب
πέρανپ
τῆς θαλάσσης ⸀εἶδονت
ὅτι πλοιάριονث
ἄλλο οὐκ ἦνج
ἐκεῖ εἰ μὴ ⸀ἕν, καὶ ὅτι οὐ συνεισῆλθενچ
τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ ⸀πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·ح
۲۳
⸀ἀλλὰ ἦλθενا
⸀πλοιάριαب
ἐκ Τιβεριάδοςپ
ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγονت
τὸν ἄρτον εὐχαριστήσαντοςث
τοῦ κυρίου.
۲۴
ὅτε οὖν εἶδενا
ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησανب
αὐτοὶ εἰς τὰ ⸀πλοιάριαپ
καὶ ἦλθονت
εἰς Καφαρναοὺμث
ζητοῦντεςج
τὸν Ἰησοῦν.
۲۵
Καὶ εὑρόντεςا
αὐτὸν πέρανب
τῆς θαλάσσης εἶπονپ
αὐτῷ· Ῥαββί,ت
πότε ὧδε γέγονας;ث
۲۶
ἀπεκρίθηا
αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν·ب
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετεپ
σημεῖα ἀλλ’ ὅτι ἐφάγετεت
ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε·ث
۲۷
ἐργάζεσθεا
μὴ τὴν βρῶσινب
τὴν ἀπολλυμένηνپ
ἀλλὰ τὴν βρῶσινت
τὴν μένουσανث
εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει,ج
τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισενچ
ὁ θεός.
۲۸
εἶπονا
οὖν πρὸς αὐτόν· Τί ποιῶμενب
ἵνα ἐργαζώμεθαپ
τὰ ἔργα τοῦ θεοῦ;
۲۹
ἀπεκρίθηا
⸀ὁ Ἰησοῦς καὶ εἶπενب
αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα ⸀πιστεύητεپ
εἰς ὃν ἀπέστειλενت
ἐκεῖνος.
۳۰
εἶπονا
οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμενب
καὶ πιστεύσωμένپ
σοι; τί ἐργάζῃ;
۳۱
οἱ πατέρες ἡμῶν τὸ μάνναا
ἔφαγονب
ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον·پ
Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκενت
αὐτοῖς φαγεῖν.ث
۳۲
εἶπενا
οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς ⸀δέδωκενب
ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν·پ
۳۳
ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνωνا
ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺςب
τῷ κόσμῳ.
۳۴
εἶπονا
οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸςب
ἡμῖν τὸν ἄρτον τοῦτον.
۳۵
⸀Εἶπενا
αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενοςب
πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ,پ
καὶ ὁ πιστεύωνت
εἰς ⸀ἐμὲ οὐ μὴ ⸀διψήσειث
πώποτε.ج
۳۶
ἀλλ’ εἶπονا
ὑμῖν ὅτι καὶ ἑωράκατέب
με καὶ οὐ πιστεύετε.
۳۷
πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει,ا
καὶ τὸν ἐρχόμενονب
πρός ⸀με οὐ μὴ ἐκβάλωپ
ἔξω,
۳۸
ὅτι καταβέβηκαا
⸀ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶب
τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντόςپ
με·
۳۹
τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντόςا
⸀με ἵνα πᾶν ὃ δέδωκένب
μοι μὴ ἀπολέσωپ
ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσωت
⸀αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.
۴۰
τοῦτο ⸀γάρ ἐστιν τὸ θέλημα τοῦ ⸂πατρός μου⸃ ἵνα πᾶς ὁ θεωρῶνا
τὸν υἱὸν καὶ πιστεύωνب
εἰς αὐτὸν ἔχῃپ
ζωὴν αἰώνιον, καὶ ἀναστήσωت
αὐτὸν ⸀ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
۴۱
Ἐγόγγυζονا
οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν·ب
Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰςپ
ἐκ τοῦ οὐρανοῦ,
۴۲
καὶ ἔλεγον·ا
⸀Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμενب
τὸν πατέρα καὶ τὴν μητέρα; πῶς ⸀νῦν ⸀λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;پ
۴۳
⸀ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτοῖς· Μὴ γογγύζετεپ
μετ’ ἀλλήλων.
۴۴
οὐδεὶς δύναται ἐλθεῖνا
πρός ⸀με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψαςب
με ἑλκύσῃپ
αὐτόν, κἀγὼ ἀναστήσωت
αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
۴۵
ἔστιν γεγραμμένονا
ἐν τοῖς προφήταις· Καὶ ἔσονταιب
πάντες διδακτοὶپ
θεοῦ· ⸀πᾶς ὁ ⸀ἀκούσαςت
παρὰ τοῦ πατρὸς καὶ μαθὼνث
ἔρχεται πρὸς ⸀ἐμέ.
۴۶
οὐχ ὅτι τὸν πατέρα ⸂ἑώρακένا
τις⸃ εἰ μὴ ὁ ὢνب
παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακενپ
τὸν πατέρα.
۴۷
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ ⸀πιστεύωνا
ἔχει ζωὴν αἰώνιον.
۴۸
ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·
۴۹
οἱ πατέρες ὑμῶν ἔφαγονا
⸂ἐν τῇ ἐρήμῳ τὸ μάννα⸃ب
καὶ ἀπέθανον·پ
۵۰
οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνωνا
ἵνα τις ἐξ αὐτοῦ φάγῃب
καὶ μὴ ἀποθάνῃ·پ
۵۱
ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶνا
ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς·ب
ἐάν τις φάγῃپ
ἐκ τούτου τοῦ ἄρτου ⸀ζήσειت
εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσωث
ἡ σάρξ μού ⸀ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
۵۲
Ἐμάχοντοا
οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες·ب
Πῶς δύναται οὗτος ἡμῖν δοῦναιپ
τὴν σάρκα ⸀αὐτοῦ φαγεῖν;ت
۵۳
εἶπενا
οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητεب
τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητεپ
αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
۵۴
ὁ τρώγωνا
μου τὴν σάρκα καὶ πίνωνب
μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσωپ
αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
۵۵
ἡ γὰρ σάρξ μου ⸀ἀληθήςا
ἐστι βρῶσις,ب
καὶ τὸ αἷμά μου ⸁ἀληθήςپ
ἐστι πόσις.ت
۵۶
ὁ τρώγωνا
μου τὴν σάρκα καὶ πίνωνب
μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ.
۵۷
καθὼς ἀπέστειλένا
με ὁ ζῶνب
πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγωνپ
με κἀκεῖνοςت
⸀ζήσειث
δι’ ἐμέ.
۵۸
οὗτός ἐστιν ὁ ἄρτος ὁ ⸀ἐξ οὐρανοῦ καταβάς,ا
οὐ καθὼς ἔφαγονب
οἱ ⸀πατέρες καὶ ἀπέθανον·پ
ὁ τρώγωνت
τοῦτον τὸν ἄρτον ⸀ζήσειث
εἰς τὸν αἰῶνα.
۵۹
ταῦτα εἶπενا
ἐν συναγωγῇ διδάσκωνب
ἐν Καφαρναούμ.پ
۶۰
Πολλοὶ οὖν ἀκούσαντεςا
ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν·ب
Σκληρόςپ
ἐστιν ⸂ὁ λόγος οὗτος⸃· τίς δύναται αὐτοῦ ἀκούειν;ت
۶۱
εἰδὼςا
δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσινب
περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπενپ
αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει;
۶۲
ἐὰν οὖν θεωρῆτεا
τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνονταب
ὅπου ἦνپ
τὸ πρότερον;ت
۶۳
τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν,ا
ἡ σὰρξ οὐκ ὠφελεῖب
οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ ⸀λελάληκαپ
ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
۶۴
ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδειا
γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντεςب
καὶ τίς ἐστιν ὁ παραδώσωνپ
αὐτόν.
۶۵
καὶ ἔλεγεν·ا
Διὰ τοῦτο εἴρηκαب
ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖνپ
πρός με ἐὰν μὴ ᾖت
δεδομένονث
αὐτῷ ἐκ τοῦ ⸀πατρός.
۶۶
Ἐκ τούτου πολλοὶ ⸀ἐκ ⸂τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον⸃ا
εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν.ب
۶۷
εἶπενا
οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;ب
۶۸
⸀ἀπεκρίθηا
αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα;ب
ῥήματα ζωῆς αἰωνίου ἔχεις,
۶۹
καὶ ἡμεῖς πεπιστεύκαμενا
καὶ ἐγνώκαμενب
ὅτι σὺ εἶ ὁ ⸀ἅγιος τοῦ ⸀θεοῦ.
۷۰
ἀπεκρίθηا
αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην;ب
καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.
۷۱
ἔλεγενا
δὲ τὸν Ἰούδαν Σίμωνος ⸀Ἰσκαριώτου·ب
οὗτος γὰρ ἔμελλενپ
⸂παραδιδόναιت
αὐτόν⸃, ⸀εἷς ἐκ τῶν δώδεκα.
۷
Καὶ ⸂μετὰ ταῦτα περιεπάτειا
ὁ Ἰησοῦς⸃ ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελενب
ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν,پ
ὅτι ἐζήτουνت
αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.ث
۲
ἦνا
δὲ ἐγγὺς ἡ ἑορτὴب
τῶν Ἰουδαίων ἡ σκηνοπηγία.پ
۳
εἶπονا
οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθιب
ἐντεῦθενپ
καὶ ὕπαγεت
εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸀θεωρήσουσινث
⸂σοῦ τὰ ἔργα⸃ ἃ ποιεῖς·
۴
οὐδεὶς γάρ ⸂τι ἐν κρυπτῷ⸃ا
ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι·ب
εἰ ταῦτα ποιεῖς, φανέρωσονپ
σεαυτὸν τῷ κόσμῳ.
۵
οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευονا
εἰς αὐτόν.
۶
λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπωا
πάρεστιν,ب
ὁ δὲ καιρὸς ὁ ὑμέτεροςپ
πάντοτέ ἐστιν ἕτοιμος.ت
۷
οὐ δύναται ὁ κόσμος μισεῖνا
ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν.
۸
ὑμεῖς ἀνάβητεا
εἰς τὴν ⸀ἑορτήν·ب
ἐγὼ ⸀οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴνپ
ταύτην, ὅτι ὁ ⸂ἐμὸς καιρὸς⸃ οὔπωت
πεπλήρωται.ث
۹
ταῦτα ⸀δὲ εἰπὼνا
⸀αὐτὸς ἔμεινενب
ἐν τῇ Γαλιλαίᾳ.
۱۰
Ὡς δὲ ἀνέβησανا
οἱ ἀδελφοὶ αὐτοῦ ⸂εἰς τὴν ἑορτήν,ب
τότε καὶ αὐτὸς ἀνέβη⸃,پ
οὐ φανερῶςت
ἀλλὰ ὡς ἐν κρυπτῷ.ث
۱۱
οἱ οὖν Ἰουδαῖοι ἐζήτουνا
αὐτὸν ἐν τῇ ἑορτῇب
καὶ ἔλεγον·پ
Ποῦ ἐστιν ἐκεῖνος;
۱۲
καὶ γογγυσμὸςا
⸂περὶ αὐτοῦ ἦνب
πολὺς⸃ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγονپ
ὅτι Ἀγαθός ἐστιν, ἄλλοι ⸀δὲ ἔλεγον·ت
Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.
۱۳
οὐδεὶς μέντοιا
παρρησίᾳ ἐλάλειب
περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
۱۴
Ἤδη δὲ τῆς ἑορτῆςا
μεσούσηςب
⸀ἀνέβηپ
Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν.ت
۱۵
⸂ἐθαύμαζονا
οὖν⸃ οἱ Ἰουδαῖοι λέγοντες·ب
Πῶς οὗτος γράμματαپ
οἶδενت
μὴ μεμαθηκώς;ث
۱۶
ἀπεκρίθηا
οὖν αὐτοῖς ⸀ὁ Ἰησοῦς καὶ εἶπεν·ب
Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντόςپ
με·
۱۷
ἐάν τις θέλῃا
τὸ θέλημα αὐτοῦ ποιεῖν,ب
γνώσεταιپ
περὶ τῆς διδαχῆς πότερονت
ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ.
۱۸
ὁ ἀφ’ ἑαυτοῦ λαλῶνا
τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶνب
τὴν δόξαν τοῦ πέμψαντοςپ
αὐτὸν οὗτος ἀληθήςت
ἐστιν καὶ ἀδικίαث
ἐν αὐτῷ οὐκ ἔστιν.
۱۹
Οὐ Μωϋσῆς ⸀δέδωκενا
ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;ب
۲۰
ἀπεκρίθηا
ὁ ⸀ὄχλος· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;ب
۲۱
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτοῖς· Ἓν ἔργον ἐποίησαپ
καὶ πάντες θαυμάζετε.
۲۲
διὰ τοῦτο Μωϋσῆς δέδωκενا
ὑμῖν τὴν περιτομήν— οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων— καὶ ἐν σαββάτῳ περιτέμνετεب
ἄνθρωπον.
۲۳
εἰ περιτομὴν ⸀λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇا
ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτεب
ὅτι ὅλον ἄνθρωπον ὑγιῆپ
ἐποίησαت
ἐν σαββάτῳ;
۲۴
μὴ κρίνετεا
κατ’ ὄψιν,ب
ἀλλὰ τὴν δικαίαν κρίσιν ⸀κρίνετε.پ
۲۵
Ἔλεγονا
οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν·ب
Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;پ
۲۶
καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτεا
ἀληθῶςب
ἔγνωσανپ
οἱ ἄρχοντες ὅτι οὗτός ⸀ἐστιν ὁ χριστός;
۲۷
ἀλλὰ τοῦτον οἴδαμενا
πόθενب
ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηταιپ
οὐδεὶς γινώσκει πόθενت
ἐστίν.
۲۸
ἔκραξενا
οὖν ἐν τῷ ἱερῷ διδάσκωνب
ὁ Ἰησοῦς καὶ λέγων·پ
Κἀμὲ οἴδατεت
καὶ οἴδατεث
πόθενج
εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα,چ
ἀλλ’ ἔστιν ἀληθινὸςح
ὁ πέμψαςخ
με, ὃν ὑμεῖς οὐκ οἴδατε·د
۲۹
ἐγὼ οἶδαا
αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνόςب
με ἀπέστειλεν.پ
۳۰
ἐζήτουνا
οὖν αὐτὸν πιάσαι,ب
καὶ οὐδεὶς ἐπέβαλενپ
ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπωت
ἐληλύθειث
ἡ ὥρα αὐτοῦ.
۳۱
⸂ἐκ τοῦ ὄχλου δὲ πολλοὶ⸃ ἐπίστευσανا
εἰς αὐτόν, καὶ ⸀ἔλεγον·ب
Ὁ χριστὸς ὅταν ἔλθῃپ
⸀μὴ πλείονα ⸀σημεῖα ποιήσειت
ὧν οὗτος ἐποίησεν;ث
۳۲
Ἤκουσανا
οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντοςب
περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλανپ
⸂οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας⸃ت
ἵνα πιάσωσινث
αὐτόν.
۳۳
εἶπενا
οὖν ὁ Ἰησοῦς· Ἔτι ⸂χρόνον μικρὸν⸃ μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντάب
με.
۳۴
ζητήσετέا
με καὶ οὐχ ⸀εὑρήσετέ,ب
καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.پ
۳۵
εἶπονا
οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαιب
ὅτι ἡμεῖς οὐχ εὑρήσομενپ
αὐτόν; μὴ εἰς τὴν διασπορὰνت
τῶν Ἑλλήνωνث
μέλλει πορεύεσθαιج
καὶ διδάσκεινچ
τοὺς Ἕλληνας;ح
۳۶
τίς ἐστιν ⸂ὁ λόγος οὗτος⸃ ὃν εἶπε·ا
Ζητήσετέب
με καὶ οὐχ ⸀εὑρήσετέ,پ
καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;ت
۳۷
Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆςا
εἱστήκειب
ὁ Ἰησοῦς, καὶ ἔκραξενپ
λέγων·ت
Ἐάν τις διψᾷث
ἐρχέσθωج
πρός με καὶ πινέτω.چ
۳۸
ὁ πιστεύωνا
εἰς ἐμέ, καθὼς εἶπενب
ἡ γραφή, ποταμοὶپ
ἐκ τῆς κοιλίαςت
αὐτοῦ ῥεύσουσινث
ὕδατος ζῶντος.ج
۳۹
τοῦτο δὲ εἶπενا
περὶ τοῦ πνεύματος ⸀οὗ ἔμελλονب
λαμβάνεινپ
οἱ ⸀πιστεύσαντεςت
εἰς αὐτόν· οὔπωث
γὰρ ἦνج
⸀πνεῦμα, ὅτι Ἰησοῦς ⸀οὐδέπωچ
ἐδοξάσθη.ح
۴۰
⸂Ἐκ τοῦ ὄχλου οὖν⸃ ἀκούσαντεςا
⸂τῶν λόγων τούτων⸃ ⸀ἔλεγον·ب
Οὗτός ἐστιν ἀληθῶςپ
ὁ προφήτης·
۴۱
ἄλλοι ἔλεγον·ا
Οὗτός ἐστιν ὁ χριστός· ⸂οἱ δὲ⸃ ἔλεγον·ب
Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται;
۴۲
⸀οὐχ ἡ γραφὴ εἶπενا
ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμب
τῆς κώμηςپ
ὅπου ἦνت
Δαυὶδ, ⸂ἔρχεται ὁ χριστός⸃;
۴۳
σχίσμαا
οὖν ⸂ἐγένετοب
ἐν τῷ ὄχλῳ⸃ δι’ αὐτόν.
۴۴
τινὲς δὲ ἤθελονا
ἐξ αὐτῶν πιάσαιب
αὐτόν, ἀλλ’ οὐδεὶς ⸀ἐπέβαλενپ
ἐπ’ αὐτὸν τὰς χεῖρας.
۴۵
Ἦλθονا
οὖν οἱ ὑπηρέταιب
πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπονپ
αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετεت
αὐτόν;
۴۶
ἀπεκρίθησανا
οἱ ὑπηρέται·ب
Οὐδέποτεپ
⸂ἐλάλησενت
οὕτως⸃ ⸀ἄνθρωπος.
۴۷
ἀπεκρίθησανا
οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε;ب
۴۸
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσενا
εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;
۴۹
ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκωνا
τὸν νόμον ⸀ἐπάρατοίب
εἰσιν.
۵۰
λέγει Νικόδημοςا
πρὸς αὐτούς, ὁ ⸀ἐλθὼνب
πρὸς αὐτὸν ⸀πρότερον,پ
εἷς ὢνت
ἐξ αὐτῶν·
۵۱
Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃا
⸂πρῶτον παρ’ αὐτοῦ⸃ καὶ γνῷب
τί ποιεῖ;
۵۲
ἀπεκρίθησανا
καὶ εἶπανب
αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησονپ
καὶ ἴδεت
ὅτι ⸂ἐκ τῆς Γαλιλαίας προφήτης⸃ οὐκ ⸀ἐγείρεται.
۵۳
Καὶ ἐπορεύθηا
ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,
۸
Ἰησοῦς δὲ ἐπορεύθηا
εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.ب
۲
Ὄρθρουا
δὲ πάλιν παρεγένετοب
εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετοپ
καὶ καθίσαςت
ἐδίδασκενث
αὐτούς.
۳
ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳا
καταλήφθεισανب
καὶ στήσαντεςپ
αὐτὴν ἐν μέσῳ
۴
λέγουσιν αὐτῷ, πειράζοντεςا
Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθηب
ἐπ’ αὐτοφόρῳپ
μοιχευομένη·ت
۵
ἐν δὲ τῷ νόμῳ Μωϋσῆς ἡμῖν ἐνετείλατοا
τὰς τοιαύτας λιθοβολεῖσθαιب
σὺ οὖν τί λέγεις;
۶
τοῦτο δὲ ἔλεγονا
πειράζοντεςب
αὐτόν, ἵνα ἔχωσινپ
κατηγορεῖνت
αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτωث
κύψαςج
τῷ δακτύλῳچ
ἔγραφενح
εἰς τὴν γῆν. μὴ προσποιούμενοςخ
۷
ὡς δὲ ἐπέμενονا
ἐρωτῶντεςب
αὐτόν, ἀνακύψαςپ
εἶπενت
πρὸς αὐτούς Ὁ ἀναμάρτητοςث
ὑμῶν πρῶτον ἐπ’ αὐτὴν τὸν λίθον· βαλέτωج
۸
καὶ πάλιν κάτωا
κύψαςب
ἔγραφενپ
εἰς τὴν γῆν.
۹
οἱ δὲ ἀκούσαντεςا
καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοιب
ἐξήρχοντοپ
εἷς καθ’ εἷς ἀρξάμενοιت
ἀπὸ τῶν πρεσβυτέρων, καὶ κατελείφθηث
μόνος, ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.ج
۱۰
ἀνακύψαςا
δὲ ὁ Ἰησοῦς καὶ μηδένα θεασάμενοςب
πλὴν τὴς γυναικός εἶπενپ
αὐτῇ, ποῦ εἰσιν; ἐκεῖνοι οἱ κατήγοροίت
σου οὐδείς σε κατέκρινεν;ث
۱۱
ἡ δὲ εἶπεν,ا
Οὐδείς, κύριε. εἶπενب
δὲ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κρίνω πορεύου,پ
καὶ μηκέτιت
ἁμάρτανε.ث
۱۲
Πάλιν οὖν αὐτοῖς ⸂ἐλάλησενا
ὁ Ἰησοῦς⸃ λέγων·ب
Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶνپ
⸀ἐμοὶ οὐ μὴ περιπατήσῃت
ἐν τῇ σκοτίᾳ,ث
ἀλλ’ ἕξειج
τὸ φῶς τῆς ζωῆς.
۱۳
εἶπονا
οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.ب
۱۴
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτοῖς· Κἂνپ
ἐγὼ μαρτυρῶت
περὶ ἐμαυτοῦ, ἀληθήςث
ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδαج
πόθενچ
ἦλθονح
καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατεخ
πόθενد
ἔρχομαι ⸀ἢ ποῦ ὑπάγω.
۱۵
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
۱۶
καὶ ἐὰν κρίνωا
δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸀ἀληθινήب
ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψαςپ
με πατήρ.
۱۷
καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳا
γέγραπταιب
ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθήςپ
ἐστιν.
۱۸
ἐγώ εἰμι ὁ μαρτυρῶνا
περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψαςب
με πατήρ.
۱۹
ἔλεγονا
οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθηب
Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατεپ
οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε,ت
καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃.ث
۲۰
ταῦτα τὰ ῥήματα ⸀ἐλάλησενا
ἐν τῷ γαζοφυλακίῳب
διδάσκωνپ
ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασενت
αὐτόν, ὅτι οὔπωث
ἐληλύθειج
ἡ ὥρα αὐτοῦ.
۲۱
Εἶπενا
οὖν πάλιν ⸀αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέب
με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε·پ
ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.ت
۲۲
ἔλεγονا
οὖν οἱ Ἰουδαῖοι· Μήτιب
ἀποκτενεῖپ
ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;ت
۲۳
καὶ ⸀ἔλεγενا
αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτωب
ἐστέ, ἐγὼ ἐκ τῶν ἄνωپ
εἰμί· ὑμεῖς ἐκ ⸂τούτου τοῦ κόσμου⸃ ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
۲۴
εἶπονا
οὖν ὑμῖν ὅτι ἀποθανεῖσθεب
ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητεپ
ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθεت
ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
۲۵
ἔλεγονا
οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπενب
αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ⸂ὅ τι⸃ καὶ λαλῶ ὑμῖν;
۲۶
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖνا
καὶ κρίνειν·ب
ἀλλ’ ὁ πέμψαςپ
με ἀληθήςت
ἐστιν, κἀγὼ ἃ ἤκουσαث
παρ’ αὐτοῦ ταῦτα ⸀λαλῶ εἰς τὸν κόσμον.
۲۷
οὐκ ἔγνωσανا
ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.ب
۲۸
εἶπενا
⸀οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητεب
τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθεپ
ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξένت
με ὁ ⸀πατὴρ ταῦτα λαλῶ.
۲۹
καὶ ὁ πέμψαςا
με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκένب
με ⸀μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰپ
αὐτῷ ποιῶ πάντοτε.
۳۰
ταῦτα αὐτοῦ λαλοῦντοςا
πολλοὶ ἐπίστευσανب
εἰς αὐτόν.
۳۱
Ἔλεγενا
οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκόταςب
αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητεپ
ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶςت
μαθηταί μού ἐστε,
۳۲
καὶ γνώσεσθεا
τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσειب
ὑμᾶς.
۳۳
ἀπεκρίθησανا
⸂πρὸς αὐτόν⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμενب
πώποτε·پ
πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροιت
γενήσεσθε;ث
۳۴
Ἀπεκρίθηا
αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶνب
τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας·
۳۵
ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
۳۶
ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ,ا
ὄντωςب
ἐλεύθεροιپ
ἔσεσθε.ت
۳۷
οἶδαا
ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι,ب
ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖپ
ἐν ὑμῖν.
۳۸
⸂ἃ ἐγὼ⸃ ἑώρακαا
παρὰ τῷ ⸀πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε⸃ب
παρὰ ⸂τοῦ πατρὸς⸃ ποιεῖτε.
۳۹
Ἀπεκρίθησανا
καὶ εἶπανب
αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε·پ
۴۰
νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι,ا
ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκαب
ἣν ἤκουσαپ
παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.ت
۴۱
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπανا
αὐτῷ· Ἡμεῖς ἐκ πορνείαςب
⸂οὐ γεγεννήμεθα⸃·پ
ἕνα πατέρα ἔχομεν τὸν θεόν.
۴۲
⸀εἶπενا
αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦνب
ἠγαπᾶτεپ
ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθονت
καὶ ἥκω·ث
οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα,ج
ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.چ
۴۳
διὰ τί τὴν λαλιὰνا
τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούεινب
τὸν λόγον τὸν ἐμόν.
۴۴
ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν.ا
ἐκεῖνος ἀνθρωποκτόνοςب
ἦνپ
ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ ⸂οὐκ ἔστηκεν⸃,ت
ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇث
τὸ ψεῦδος,ج
ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστηςچ
ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
۴۵
ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
۴۶
τίς ἐξ ὑμῶν ἐλέγχειا
με περὶ ἁμαρτίας; ⸀εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
۴۷
ὁ ὢνا
ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.
۴۸
⸀Ἀπεκρίθησανا
οἱ Ἰουδαῖοι καὶ εἶπανب
αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτηςپ
εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
۴۹
ἀπεκρίθηا
Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶب
τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέپ
με.
۵۰
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶνا
καὶ κρίνων.ب
۵۱
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ⸂ἐμὸν λόγον⸃ τηρήσῃ,ا
θάνατον οὐ μὴ θεωρήσῃب
εἰς τὸν αἰῶνα.
۵۲
⸀εἶπονا
αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμενب
ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανενپ
καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ,ت
οὐ μὴ γεύσηταιث
θανάτου εἰς τὸν αἰῶνα·
۵۳
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν;ا
καὶ οἱ προφῆται ἀπέθανον·ب
τίνα ⸀σεαυτὸν ποιεῖς;
۵۴
ἀπεκρίθηا
Ἰησοῦς· Ἐὰν ἐγὼ ⸀δοξάσωب
ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζωνپ
με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ⸀ἡμῶν ἐστιν,
۵۵
καὶ οὐκ ἐγνώκατεا
αὐτόν, ἐγὼ δὲ οἶδαب
αὐτόν· κἂνپ
εἴπωت
ὅτι οὐκ οἶδαث
αὐτόν, ἔσομαιج
ὅμοιος ⸀ὑμῖν ψεύστης·چ
ἀλλὰ οἶδαح
αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
۵۶
Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατοا
ἵνα ἴδῃب
τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδενپ
καὶ ἐχάρη.ت
۵۷
εἶπονا
οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκονταب
ἔτη οὔπωپ
ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;ت
۵۸
εἶπενا
⸀αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶνب
Ἀβραὰμ γενέσθαιپ
ἐγὼ εἰμί.
۵۹
ἦρανا
οὖν λίθους ἵνα βάλωσινب
ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβηپ
καὶ ἐξῆλθενت
ἐκ τοῦ ⸀ἱεροῦ.
۹
Καὶ παράγωνا
εἶδενب
ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.پ
۲
καὶ ἠρώτησανا
αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες·ب
Ῥαββί,پ
τίς ἥμαρτεν,ت
οὗτος ἢ οἱ γονεῖςث
αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;ج
۳
ἀπεκρίθηا
Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτενب
οὔτε οἱ γονεῖςپ
αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇت
τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.
۴
⸀ἡμᾶς δεῖ ἐργάζεσθαιا
τὰ ἔργα τοῦ πέμψαντόςب
με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.پ
۵
ὅταν ἐν τῷ κόσμῳ ὦ,ا
φῶς εἰμι τοῦ κόσμου.
۶
ταῦτα εἰπὼνا
ἔπτυσενب
χαμαὶپ
καὶ ἐποίησενت
πηλὸνث
ἐκ τοῦ πτύσματος,ج
καὶ ⸀ἐπέχρισενچ
⸀αὐτοῦ τὸν πηλὸνح
ἐπὶ τοὺς ⸀ὀφθαλμούς,
۷
καὶ εἶπενا
αὐτῷ· Ὕπαγεب
νίψαιپ
εἰς τὴν κολυμβήθρανت
τοῦ Σιλωάμث
(ὃ ἑρμηνεύεταιج
Ἀπεσταλμένος).چ
ἀπῆλθενح
οὖν καὶ ἐνίψατο,خ
καὶ ἦλθενد
βλέπων.ذ
۸
οἱ οὖν γείτονεςا
καὶ οἱ θεωροῦντεςب
αὐτὸν τὸ πρότερονپ
ὅτι ⸀προσαίτηςت
ἦνث
ἔλεγον·ج
Οὐχ οὗτός ἐστιν ὁ καθήμενοςچ
καὶ προσαιτῶν;ح
۹
ἄλλοι ἔλεγονا
ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον·ب
Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγενپ
ὅτι Ἐγώ εἰμι.
۱۰
ἔλεγονا
οὖν αὐτῷ· ⸀Πῶς ἠνεῴχθησάνب
σου οἱ ὀφθαλμοί;
۱۱
ἀπεκρίθηا
⸀ἐκεῖνος· ⸂Ὁ ἄνθρωπος ὁ⸃ λεγόμενοςب
Ἰησοῦς πηλὸνپ
ἐποίησενت
καὶ ἐπέχρισένث
μου τοὺς ὀφθαλμοὺς καὶ εἶπένج
μοι ⸀ὅτι Ὕπαγεچ
εἰς ⸀τὸν Σιλωὰμح
καὶ νίψαι·خ
ἀπελθὼνد
⸀οὖν καὶ νιψάμενοςذ
ἀνέβλεψα.ر
۱۲
⸂καὶ εἶπαν⸃ا
αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.ب
۱۳
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.
۱۴
ἦνا
δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳ⸃ τὸν πηλὸνب
ἐποίησενپ
ὁ Ἰησοῦς καὶ ἀνέῳξενت
αὐτοῦ τοὺς ὀφθαλμούς.
۱۵
πάλιν οὖν ἠρώτωνا
αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν.ب
ὁ δὲ εἶπενپ
αὐτοῖς· Πηλὸνت
ἐπέθηκένث
μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην,ج
καὶ βλέπω.
۱۶
ἔλεγονا
οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος⸃, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοι ἔλεγον·ب
Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;پ
καὶ σχίσμαت
ἦνث
ἐν αὐτοῖς.
۱۷
λέγουσιν ⸀οὖν τῷ τυφλῷ πάλιν· ⸂Τί σὺ⸃ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξένا
σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπενب
ὅτι Προφήτης ἐστίν.
۱۸
Οὐκ ἐπίστευσανا
οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦνب
τυφλὸς⸃ καὶ ἀνέβλεψεν,پ
ἕως ὅτου ἐφώνησανت
τοὺς γονεῖςث
αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος⸃ج
۱۹
καὶ ἠρώτησανا
αὐτοὺς λέγοντες·ب
Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη;پ
πῶς οὖν ⸂βλέπει ἄρτι⸃;
۲۰
ἀπεκρίθησανا
⸀οὖν οἱ γονεῖςب
αὐτοῦ καὶ εἶπαν·پ
Οἴδαμενت
ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·ث
۲۱
πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν,ا
ἢ τίς ἤνοιξενب
αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν·پ
⸂αὐτὸν ἐρωτήσατε,ت
ἡλικίανث
ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.ج
۲۲
ταῦτα εἶπανا
οἱ γονεῖςب
αὐτοῦ ὅτι ἐφοβοῦντοپ
τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντοت
οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃث
χριστόν, ἀποσυνάγωγοςج
γένηται.چ
۲۳
διὰ τοῦτο οἱ γονεῖςا
αὐτοῦ εἶπανب
ὅτι Ἡλικίανپ
ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε.ت
۲۴
Ἐφώνησανا
οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου⸃ ὃς ἦνب
τυφλὸς καὶ εἶπανپ
αὐτῷ· Δὸςت
δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμενث
ὅτι ⸂οὗτος ὁ ἄνθρωπος⸃ ἁμαρτωλός ἐστιν.
۲۵
ἀπεκρίθηا
οὖν ⸀ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα·ب
ἓν οἶδαپ
ὅτι τυφλὸς ὢνت
ἄρτι βλέπω.
۲۶
εἶπονا
⸂οὖν αὐτῷ⸃· Τί ἐποίησένب
σοι; πῶς ἤνοιξένپ
σου τοὺς ὀφθαλμούς;
۲۷
ἀπεκρίθηا
αὐτοῖς· Εἶπονب
ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε·پ
τί πάλιν θέλετε ἀκούειν;ت
μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;ث
۲۸
⸀ἐλοιδόρησανا
αὐτὸν καὶ εἶπον·ب
Σὺ ⸂μαθητὴς εἶ⸃ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί·
۲۹
ἡμεῖς οἴδαμενا
ὅτι Μωϋσεῖ λελάληκενب
ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμενپ
πόθενت
ἐστίν.
۳۰
ἀπεκρίθηا
ὁ ἄνθρωπος καὶ εἶπενب
αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸ⸃ θαυμαστόνپ
ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατεت
πόθενث
ἐστίν, καὶ ἤνοιξένج
μου τοὺς ὀφθαλμούς.
۳۱
⸀οἴδαμενا
ὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς⸃ οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴςب
ᾖپ
καὶ τὸ θέλημα αὐτοῦ ποιῇت
τούτου ἀκούει.
۳۲
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθηا
ὅτι ἠνέῳξένب
τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου·پ
۳۳
εἰ μὴ ἦνا
οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατοب
ποιεῖνپ
οὐδέν.
۳۴
ἀπεκρίθησανا
καὶ εἶπανب
αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθηςپ
ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλονت
αὐτὸν ἔξω.
۳۵
⸀Ἤκουσενا
Ἰησοῦς ὅτι ἐξέβαλονب
αὐτὸν ἔξω, καὶ εὑρὼνپ
αὐτὸν ⸀εἶπεν·ت
Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου;
۳۶
ἀπεκρίθηا
ἐκεῖνος καὶ εἶπεν·ب
Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσωپ
εἰς αὐτόν;
۳۷
⸀εἶπενا
αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακαςب
αὐτὸν καὶ ὁ λαλῶνپ
μετὰ σοῦ ἐκεῖνός ἐστιν.
۳۸
ὁ δὲ ἔφη·ا
Πιστεύω, κύριε· καὶ προσεκύνησενب
αὐτῷ.
۳۹
καὶ εἶπενا
ὁ Ἰησοῦς· Εἰς κρίμαب
ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον,پ
ἵνα οἱ μὴ βλέποντεςت
βλέπωσινث
καὶ οἱ βλέποντεςج
τυφλοὶ γένωνται.چ
۴۰
⸀ἤκουσανا
ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετ’ αὐτοῦ ὄντες⸃,ب
καὶ εἶπονپ
αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
۴۱
εἶπενا
αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε,ب
οὐκ ἂν εἴχετεپ
ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀ἡ ἁμαρτία ὑμῶν μένει.
۱۰
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενοςا
διὰ τῆς θύρας εἰς τὴν αὐλὴνب
τῶν προβάτων ἀλλὰ ἀναβαίνωνپ
ἀλλαχόθενت
ἐκεῖνος κλέπτηςث
ἐστὶν καὶ λῃστής·ج
۲
ὁ δὲ εἰσερχόμενοςا
διὰ τῆς θύρας ποιμήνب
ἐστιν τῶν προβάτων.
۳
τούτῳ ὁ θυρωρὸςا
ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα ⸀φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγειب
αὐτά.
۴
⸀ὅταν τὰ ἴδια ⸀πάντα ἐκβάλῃ,ا
ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασινب
τὴν φωνὴν αὐτοῦ·
۵
ἀλλοτρίῳا
δὲ οὐ μὴ ⸀ἀκολουθήσουσινب
ἀλλὰ φεύξονταιپ
ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασιت
τῶν ἀλλοτρίωνث
τὴν φωνήν.
۶
ταύτην τὴν παροιμίανا
εἶπενب
αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσανپ
τίνα ⸀ἦνت
ἃ ἐλάλειث
αὐτοῖς.
۷
Εἶπενا
οὖν πάλιν ⸀αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
۸
πάντες ὅσοι ἦλθονا
⸂πρὸ ἐμοῦ⸃ κλέπταιب
εἰσὶν καὶ λῃσταί·پ
ἀλλ’ οὐκ ἤκουσανت
αὐτῶν τὰ πρόβατα.
۹
ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃا
σωθήσεταιب
καὶ εἰσελεύσεταιپ
καὶ ἐξελεύσεταιت
καὶ νομὴνث
εὑρήσει.ج
۱۰
ὁ κλέπτηςا
οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃب
καὶ θύσῃپ
καὶ ἀπολέσῃ·ت
ἐγὼ ἦλθονث
ἵνα ζωὴν ἔχωσινج
καὶ περισσὸνچ
ἔχωσιν.ح
۱۱
Ἐγώ εἰμι ὁ ποιμὴνا
ὁ καλός· ὁ ποιμὴνب
ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
۱۲
ὁ ⸀μισθωτὸςا
καὶ οὐκ ὢνب
ποιμήν,پ
οὗ οὐκ ⸀ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκονت
ἐρχόμενονث
καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει—ج
καὶ ὁ λύκοςچ
ἁρπάζειح
αὐτὰ καὶ ⸀σκορπίζει—خ
۱۳
⸀ὅτι μισθωτόςا
ἐστιν καὶ οὐ μέλειب
αὐτῷ περὶ τῶν προβάτων.
۱۴
ἐγώ εἰμι ὁ ποιμὴνا
ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά⸃,
۱۵
καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
۱۶
καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆςا
ταύτης· κἀκεῖναب
⸂δεῖ με⸃ ἀγαγεῖν,پ
καὶ τῆς φωνῆς μου ἀκούσουσιν,ت
καὶ ⸀γενήσονταιث
μία ποίμνη,ج
εἷς ποιμήν.چ
۱۷
διὰ τοῦτό ⸂με ὁ πατὴρ⸃ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβωا
αὐτήν.
۱۸
οὐδεὶς ⸀αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναιا
αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖνب
αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβονپ
παρὰ τοῦ πατρός μου.
۱۹
⸀Σχίσμαا
πάλιν ἐγένετοب
ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
۲۰
ἔλεγονا
δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται·ب
τί αὐτοῦ ἀκούετε;
۲۱
⸀ἄλλοι ἔλεγον·ا
Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου·ب
μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι;پ
۲۲
Ἐγένετοا
⸀τότε τὰ ἐγκαίνιαب
ἐν ⸀τοῖς Ἱεροσολύμοις· ⸀χειμὼνپ
ἦν,ت
۲۳
καὶ περιεπάτειا
ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷب
⸀τοῦ Σολομῶνος.پ
۲۴
ἐκύκλωσανا
οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγονب
αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲپ
ἡμῖν παρρησίᾳ.
۲۵
ἀπεκρίθηا
αὐτοῖς ὁ Ἰησοῦς· Εἶπονب
ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
۲۶
ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ⸃ ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν.
۲۷
τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι,
۲۸
κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον⸃, καὶ οὐ μὴ ἀπόλωνταιا
εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσειب
τις αὐτὰ ἐκ τῆς χειρός μου.
۲۹
ὁ πατήρ μου ⸀ὃ δέδωκένا
⸀μοι ⸂πάντων μεῖζων⸃ ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζεινب
ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός.
۳۰
ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
۳۱
Ἐβάστασανا
⸀οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσινب
αὐτόν.
۳۲
ἀπεκρίθηا
αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξαب
ὑμῖν⸃ ἐκ τοῦ ⸀πατρός· διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε⸃;پ
۳۳
ἀπεκρίθησανا
αὐτῷ οἱ ⸀Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομένب
σε ἀλλὰ περὶ βλασφημίας,پ
καὶ ὅτι σὺ ἄνθρωπος ὢνت
ποιεῖς σεαυτὸν θεόν.
۳۴
ἀπεκρίθηا
αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένονب
ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι Ἐγὼ εἶπα·پ
Θεοί ἐστε;
۳۵
εἰ ἐκείνους εἶπενا
θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο,ب
καὶ οὐ δύναται λυθῆναιپ
ἡ γραφή,
۳۶
ὃν ὁ πατὴρ ἡγίασενا
καὶ ἀπέστειλενب
εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον·پ
Υἱὸς τοῦ θεοῦ εἰμι;
۳۷
εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέا
μοι·
۳۸
εἰ δὲ ποιῶ, κἂνا
ἐμοὶ μὴ πιστεύητεب
τοῖς ἔργοις ⸀πιστεύετε,پ
ἵνα γνῶτεت
καὶ ⸀γινώσκητεث
ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί⸃.
۳۹
ἐζήτουνا
οὖν ⸂πάλιν αὐτὸν⸃ πιάσαι·ب
καὶ ἐξῆλθενپ
ἐκ τῆς χειρὸς αὐτῶν.
۴۰
Καὶ ἀπῆλθενا
πάλιν πέρανب
τοῦ Ἰορδάνουپ
εἰς τὸν τόπον ὅπου ἦνت
Ἰωάννης τὸ πρῶτον βαπτίζων,ث
καὶ ἔμεινενج
ἐκεῖ.
۴۱
καὶ πολλοὶ ἦλθονا
πρὸς αὐτὸν καὶ ἔλεγονب
ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησενپ
οὐδέν, πάντα δὲ ὅσα εἶπενت
Ἰωάννης περὶ τούτου ἀληθῆث
ἦν.ج
۴۲
καὶ ⸂πολλοὶ ἐπίστευσανا
εἰς αὐτὸν ἐκεῖ⸃.
۱۱
Ἦνا
δέ τις ἀσθενῶν,ب
Λάζαροςپ
ἀπὸ Βηθανίαςت
ἐκ τῆς κώμηςث
Μαρίαςج
καὶ Μάρθαςچ
τῆς ἀδελφῆςح
αὐτῆς.
۲
ἦνا
δὲ ⸀Μαριὰμب
ἡ ἀλείψασαپ
τὸν κύριον μύρῳت
καὶ ἐκμάξασαث
τοὺς πόδας αὐτοῦ ταῖς θριξὶνج
αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαροςچ
ἠσθένει.ح
۳
ἀπέστειλανا
οὖν αἱ ἀδελφαὶب
πρὸς αὐτὸν λέγουσαι·پ
Κύριε, ἴδε ὃν φιλεῖςت
ἀσθενεῖ.
۴
ἀκούσαςا
δὲ ὁ Ἰησοῦς εἶπεν·ب
Αὕτη ἡ ἀσθένειαپ
οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇت
ὁ υἱὸς τοῦ θεοῦ δι’ αὐτῆς.
۵
ἠγάπαا
δὲ ὁ Ἰησοῦς τὴν Μάρθανب
καὶ τὴν ἀδελφὴνپ
αὐτῆς καὶ τὸν Λάζαρον.ت
۶
ὡς οὖν ἤκουσενا
ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινενب
ἐν ᾧ ἦνپ
τόπῳ δύο ἡμέρας·
۷
ἔπειταا
μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμενب
εἰς τὴν Ἰουδαίαν πάλιν.
۸
λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί,ا
νῦν ἐζήτουνب
σε λιθάσαιپ
οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
۹
ἀπεκρίθηا
Ἰησοῦς· Οὐχὶ δώδεκα ⸂ὧραί εἰσιν⸃ τῆς ἡμέρας; ἐάν τις περιπατῇب
ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει,پ
ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
۱۰
ἐὰν δέ τις περιπατῇا
ἐν τῇ νυκτί, προσκόπτει,ب
ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
۱۱
ταῦτα εἶπεν,ا
καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαροςب
ὁ φίλοςپ
ἡμῶν κεκοίμηται,ت
ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσωث
αὐτόν.
۱۲
εἶπανا
οὖν οἱ μαθηταὶ ⸀αὐτῷ· Κύριε, εἰ κεκοίμηταιب
σωθήσεται.پ
۱۳
εἰρήκειا
δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξανب
ὅτι περὶ τῆς κοιμήσεωςپ
τοῦ ὕπνουت
λέγει.
۱۴
τότε οὖν εἶπενا
αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαροςب
ἀπέθανεν,پ
۱۵
καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε,ا
ὅτι οὐκ ἤμηνب
ἐκεῖ· ἀλλὰ ἄγωμενپ
πρὸς αὐτόν.
۱۶
εἶπενا
οὖν Θωμᾶςب
ὁ λεγόμενοςپ
Δίδυμοςت
τοῖς συμμαθηταῖς·ث
Ἄγωμενج
καὶ ἡμεῖς ἵνα ἀποθάνωμενچ
μετ’ αὐτοῦ.
۱۷
Ἐλθὼνا
οὖν ὁ Ἰησοῦς εὗρενب
αὐτὸν τέσσαρας ⸂ἤδη ἡμέρας⸃ ἔχονταپ
ἐν τῷ μνημείῳ.
۱۸
ἦνا
δὲ ⸀ἡ Βηθανίαب
ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίωνپ
δεκαπέντε.ت
۱۹
⸂πολλοὶ δὲ⸃ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισανا
πρὸς ⸀τὴν Μάρθανب
καὶ ⸀Μαριὰμپ
ἵνα παραμυθήσωνταιت
αὐτὰς περὶ τοῦ ⸀ἀδελφοῦ.
۲۰
ἡ οὖν Μάρθαا
ὡς ἤκουσενب
ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησενپ
αὐτῷ· ⸀Μαρίαت
δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.ث
۲۱
εἶπενا
οὖν ⸀ἡ Μάρθαب
πρὸς ⸀τὸν Ἰησοῦν· Κύριε, εἰ ἦςپ
ὧδε ⸂οὐκ ἂν ἀπέθανενت
ὁ ἀδελφός μου⸃·
۲۲
⸀καὶ νῦν οἶδαا
ὅτι ὅσα ἂν αἰτήσῃب
τὸν θεὸν δώσειپ
σοι ὁ θεός.
۲۳
λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεταιا
ὁ ἀδελφός σου.
۲۴
λέγει αὐτῷ ⸀ἡ Μάρθα·ا
Οἶδαب
ὅτι ἀναστήσεταιپ
ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
۲۵
εἶπενا
αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύωνب
εἰς ἐμὲ κἂνپ
ἀποθάνῃت
ζήσεται,ث
۲۶
καὶ πᾶς ὁ ζῶνا
καὶ πιστεύωνب
εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃپ
εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;
۲۷
λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκαا
ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.ب
۲۸
Καὶ ⸀τοῦτο εἰποῦσαا
ἀπῆλθενب
καὶ ἐφώνησενپ
⸀Μαριὰμت
τὴν ἀδελφὴνث
αὐτῆς λάθρᾳج
εἰποῦσα·چ
Ὁ διδάσκαλος πάρεστινح
καὶ φωνεῖ σε.
۲۹
ἐκείνη ⸀δὲ ὡς ἤκουσενا
⸀ἠγέρθηب
ταχὺپ
καὶ ⸀ἤρχετοت
πρὸς αὐτόν·
۳۰
οὔπωا
δὲ ἐληλύθειب
ὁ Ἰησοῦς εἰς τὴν κώμην,پ
ἀλλ’ ἦνت
⸀ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησενث
αὐτῷ ἡ Μάρθα.ج
۳۱
οἱ οὖν Ἰουδαῖοι οἱ ὄντεςا
μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοιب
αὐτήν, ἰδόντεςپ
τὴν ⸀Μαριὰμت
ὅτι ταχέωςث
ἀνέστηج
καὶ ἐξῆλθεν,چ
ἠκολούθησανح
αὐτῇ ⸀δόξαντεςخ
ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃد
ἐκεῖ.
۳۲
ἡ οὖν ⸀Μαριὰμا
ὡς ἦλθενب
ὅπου ⸀ἦνپ
Ἰησοῦς ἰδοῦσαت
αὐτὸν ἔπεσενث
αὐτοῦ ⸀πρὸς τοὺς πόδας, λέγουσαج
αὐτῷ· Κύριε, εἰ ἦςچ
ὧδε οὐκ ἄν ⸂μου ἀπέθανεν⸃ح
ὁ ἀδελφός.
۳۳
Ἰησοῦς οὖν ὡς εἶδενا
αὐτὴν κλαίουσανب
καὶ τοὺς συνελθόνταςپ
αὐτῇ Ἰουδαίους κλαίονταςت
ἐνεβριμήσατοث
τῷ πνεύματι καὶ ἐτάραξενج
ἑαυτόν,
۳۴
καὶ εἶπεν·ا
Ποῦ τεθείκατεب
αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχουپ
καὶ ἴδε.ت
۳۵
ἐδάκρυσενا
ὁ Ἰησοῦς.
۳۶
ἔλεγονا
οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλειب
αὐτόν.
۳۷
τινὲς δὲ ἐξ αὐτῶν εἶπαν·ا
Οὐκ ἐδύνατοب
οὗτος ὁ ἀνοίξαςپ
τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαιت
ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;ث
۳۸
Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενοςا
ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦνب
δὲ σπήλαιον,پ
καὶ λίθος ἐπέκειτοت
ἐπ’ αὐτῷ.
۳۹
λέγει ὁ Ἰησοῦς· Ἄρατεا
τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴب
τοῦ ⸀τετελευτηκότοςپ
Μάρθα·ت
Κύριε, ἤδη ὄζει,ث
τεταρταῖοςج
γάρ ἐστιν.
۴۰
λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόνا
σοι ὅτι ἐὰν πιστεύσῃςب
⸀ὄψῃپ
τὴν δόξαν τοῦ θεοῦ;
۴۱
ἦρανا
οὖν τὸν ⸀λίθον. ὁ δὲ Ἰησοῦς ἦρενب
τοὺς ὀφθαλμοὺς ἄνωپ
καὶ εἶπεν·ت
Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάςث
μου,
۴۲
ἐγὼ δὲ ᾔδεινا
ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶταب
εἶπον,پ
ἵνα πιστεύσωσινت
ὅτι σύ με ἀπέστειλας.ث
۴۳
καὶ ταῦτα εἰπὼνا
φωνῇ μεγάλῃ ἐκραύγασεν·ب
Λάζαρε,پ
δεῦροت
ἔξω.
۴۴
⸀ἐξῆλθενا
ὁ τεθνηκὼςب
δεδεμένοςپ
τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις,ت
καὶ ἡ ὄψιςث
αὐτοῦ σουδαρίῳج
περιεδέδετο.چ
λέγει ⸂αὐτοῖς ὁ Ἰησοῦς⸃· Λύσατεح
αὐτὸν καὶ ἄφετεخ
⸀αὐτὸν ὑπάγειν.د
۴۵
Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντεςا
πρὸς τὴν ⸀Μαριὰμب
καὶ θεασάμενοιپ
⸀ἃ ⸀ἐποίησεν,ت
ἐπίστευσανث
εἰς αὐτόν·
۴۶
τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθονا
πρὸς τοὺς Φαρισαίους καὶ εἶπανب
αὐτοῖς ἃ ⸀ἐποίησενپ
Ἰησοῦς.
۴۷
συνήγαγονا
οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον,ب
καὶ ἔλεγον·پ
Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ⸂ποιεῖ σημεῖα⸃;
۴۸
ἐὰν ἀφῶμενا
αὐτὸν οὕτως, πάντες πιστεύσουσινب
εἰς αὐτόν, καὶ ἐλεύσονταιپ
οἱ Ῥωμαῖοιت
καὶ ἀροῦσινث
ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
۴۹
εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας,ا
ἀρχιερεὺς ὢνب
τοῦ ἐνιαυτοῦپ
ἐκείνου, εἶπενت
αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατεث
οὐδέν,
۵۰
οὐδὲ ⸀λογίζεσθε ὅτι συμφέρειا
⸀ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃب
ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.پ
۵۱
τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν,ا
ἀλλὰ ἀρχιερεὺς ὢνب
τοῦ ἐνιαυτοῦپ
ἐκείνου ἐπροφήτευσενت
ὅτι ἔμελλενث
Ἰησοῦς ἀποθνῄσκεινج
ὑπὲρ τοῦ ἔθνους,
۵۲
καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμέναا
συναγάγῃب
εἰς ἕν.
۵۳
ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας ⸀ἐβουλεύσαντοا
ἵνα ἀποκτείνωσινب
αὐτόν.
۵۴
⸂Ὁ οὖν Ἰησοῦς⸃ οὐκέτι παρρησίᾳ περιεπάτειا
ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθενب
ἐκεῖθενپ
εἰς τὴν χώρανت
ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμث
λεγομένηνج
πόλιν, κἀκεῖچ
⸀ἔμεινενح
μετὰ τῶν ⸀μαθητῶν.
۵۵
Ἦνا
δὲ ἐγγὺς τὸ πάσχαب
τῶν Ἰουδαίων, καὶ ἀνέβησανپ
πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώραςت
πρὸ τοῦ πάσχαث
ἵνα ἁγνίσωσινج
ἑαυτούς.
۵۶
ἐζήτουνا
οὖν τὸν Ἰησοῦν καὶ ἔλεγονب
μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες·پ
Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃت
εἰς τὴν ἑορτήν;ث
۵۷
δεδώκεισανا
⸀δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ⸀ἐντολὰς ἵνα ἐάν τις γνῷب
ποῦ ἐστιν μηνύσῃ,پ
ὅπως πιάσωσινت
αὐτόν.
۱۲
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξا
ἡμερῶν τοῦ πάσχαب
ἦλθενپ
εἰς Βηθανίαν,ت
ὅπου ἦνث
⸀Λάζαρος,ج
ὃν ἤγειρενچ
ἐκ νεκρῶν ⸀Ἰησοῦς.
۲
ἐποίησανا
οὖν αὐτῷ δεῖπνονب
ἐκεῖ, καὶ ἡ Μάρθαپ
διηκόνει,ت
ὁ δὲ Λάζαροςث
εἷς ἦνج
⸀ἐκ τῶν ἀνακειμένωνچ
σὺν αὐτῷ·
۳
ἡ οὖν ⸀Μαριὰμا
λαβοῦσαب
λίτρανپ
μύρουت
νάρδουث
πιστικῆςج
πολυτίμουچ
ἤλειψενح
τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξενخ
ταῖς θριξὶνد
αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθηذ
ἐκ τῆς ὀσμῆςر
τοῦ μύρου.ز
۴
λέγει ⸀δὲ ⸂Ἰούδας ὁ Ἰσκαριώτηςا
εἷς τῶν μαθητῶν αὐτοῦ⸃, ὁ μέλλωνب
αὐτὸν παραδιδόναι·پ
۵
Διὰ τί τοῦτο τὸ μύρονا
οὐκ ἐπράθηب
τριακοσίωνپ
δηναρίωνت
καὶ ἐδόθηث
πτωχοῖς;
۶
εἶπενا
δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελενب
αὐτῷ, ἀλλ’ ὅτι κλέπτηςپ
ἦνت
καὶ τὸ γλωσσόκομονث
⸀ἔχωνج
τὰ βαλλόμεναچ
ἐβάσταζεν.ح
۷
εἶπενا
οὖν ὁ Ἰησοῦς· Ἄφεςب
αὐτήν, ⸀ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦپ
μου ⸀τηρήσῃت
αὐτό·
۸
τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
۹
Ἔγνωا
⸀οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθονب
οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρονپ
ἴδωσινت
ὃν ἤγειρενث
ἐκ νεκρῶν.
۱۰
ἐβουλεύσαντοا
δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρονب
ἀποκτείνωσιν,پ
۱۱
ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγονا
τῶν Ἰουδαίων καὶ ἐπίστευονب
εἰς τὸν Ἰησοῦν.
۱۲
Τῇ ἐπαύριονا
⸀ὁ ὄχλος πολὺς ὁ ἐλθὼνب
εἰς τὴν ἑορτήν,پ
ἀκούσαντεςت
ὅτι ἔρχεται ⸁ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
۱۳
ἔλαβονا
τὰ βαΐαب
τῶν φοινίκωνپ
καὶ ἐξῆλθονت
εἰς ὑπάντησινث
αὐτῷ, καὶ ⸀ἐκραύγαζον·ج
Ὡσαννά,چ
εὐλογημένοςح
ὁ ἐρχόμενοςخ
ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ⸃ βασιλεὺς τοῦ Ἰσραήλ.
۱۴
εὑρὼνا
δὲ ὁ Ἰησοῦς ὀνάριονب
ἐκάθισενپ
ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον·ت
۱۵
Μὴ φοβοῦ,ا
θυγάτηρب
Σιών·پ
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενοςت
ἐπὶ πῶλονث
ὄνου.ج
۱۶
⸀ταῦτα οὐκ ἔγνωσανا
⸂αὐτοῦ οἱ μαθηταὶ⸃ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθηب
Ἰησοῦς τότε ἐμνήσθησανپ
ὅτι ταῦτα ἦνت
ἐπ’ αὐτῷ γεγραμμέναث
καὶ ταῦτα ἐποίησανج
αὐτῷ.
۱۷
ἐμαρτύρειا
οὖν ὁ ὄχλος ὁ ὢνب
μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρονپ
ἐφώνησενت
ἐκ τοῦ μνημείου καὶ ἤγειρενث
αὐτὸν ἐκ νεκρῶν.
۱۸
διὰ τοῦτο ⸀καὶ ὑπήντησενا
αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσανب
τοῦτο αὐτὸν πεποιηκέναιپ
τὸ σημεῖον.
۱۹
οἱ οὖν Φαρισαῖοι εἶπανا
πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτεب
οὐδέν· ἴδε ὁ ⸀κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.پ
۲۰
Ἦσανا
δὲ ⸂Ἕλληνέςب
τινες⸃ ἐκ τῶν ἀναβαινόντωνپ
ἵνα προσκυνήσωσινت
ἐν τῇ ἑορτῇ·ث
۲۱
οὗτοι οὖν προσῆλθονا
Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰب
τῆς Γαλιλαίας, καὶ ἠρώτωνپ
αὐτὸν λέγοντες·ت
Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.ث
۲۲
ἔρχεται ⸀ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ·ا
⸀ἔρχεται Ἀνδρέαςب
καὶ Φίλιππος ⸀καὶ λέγουσιν τῷ Ἰησοῦ.
۲۳
ὁ δὲ Ἰησοῦς ⸀ἀποκρίνεται αὐτοῖς λέγων·ا
Ἐλήλυθενب
ἡ ὥρα ἵνα δοξασθῇپ
ὁ υἱὸς τοῦ ἀνθρώπου.
۲۴
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκοςا
τοῦ σίτουب
πεσὼνپ
εἰς τὴν γῆν ἀποθάνῃ,ت
αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ,ث
πολὺν καρπὸν φέρει.
۲۵
ὁ φιλῶνا
τὴν ψυχὴν αὐτοῦ ⸀ἀπολλύει αὐτήν, καὶ ὁ μισῶνب
τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξειپ
αὐτήν.
۲۶
ἐὰν ἐμοί ⸂τις διακονῇ⸃ا
ἐμοὶ ἀκολουθείτω,ب
καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονοςپ
ὁ ἐμὸς ἔσται·ت
⸀ἐάν τις ἐμοὶ διακονῇث
τιμήσειج
αὐτὸν ὁ πατήρ.
۲۷
Νῦν ἡ ψυχή μου τετάρακται,ا
καὶ τί εἴπω;ب
πάτερ, σῶσόνپ
με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθονت
εἰς τὴν ὥραν ταύτην.
۲۸
πάτερ, δόξασόνا
σου τὸ ὄνομα. ἦλθενب
οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασαپ
καὶ πάλιν δοξάσω.ت
۲۹
ὁ οὖν ὄχλος ὁ ἑστὼςا
καὶ ἀκούσαςب
ἔλεγενپ
βροντὴνت
γεγονέναι·ث
ἄλλοι ἔλεγον·ج
Ἄγγελος αὐτῷ λελάληκεν.چ
۳۰
ἀπεκρίθηا
⸂Ἰησοῦς καὶ εἶπεν⸃·ب
Οὐ δι’ ἐμὲ ⸂ἡ φωνὴ αὕτη⸃ γέγονενپ
ἀλλὰ δι’ ὑμᾶς.
۳۱
νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεταιا
ἔξω·
۳۲
κἀγὼ ⸀ἐὰν ὑψωθῶا
ἐκ τῆς γῆς, πάντας ἑλκύσωب
πρὸς ἐμαυτόν.
۳۳
τοῦτο δὲ ἔλεγενا
σημαίνωνب
ποίῳ θανάτῳ ἤμελλενپ
ἀποθνῄσκειν.ت
۳۴
ἀπεκρίθηا
⸀οὖν αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμενب
ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς ⸂λέγεις σὺ⸃ ⸀ὅτι δεῖ ὑψωθῆναιپ
τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
۳۵
εἶπενا
οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς ⸂ἐν ὑμῖν⸃ ἐστιν. περιπατεῖτεب
⸀ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτίαپ
ὑμᾶς καταλάβῃ,ت
καὶ ὁ περιπατῶνث
ἐν τῇ σκοτίᾳج
οὐκ οἶδενچ
ποῦ ὑπάγει.
۳۶
⸀ὡς τὸ φῶς ἔχετε, πιστεύετεا
εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.ب
Ταῦτα ⸀ἐλάλησενپ
Ἰησοῦς, καὶ ἀπελθὼνت
ἐκρύβηث
ἀπ’ αὐτῶν.
۳۷
τοσαῦταا
δὲ αὐτοῦ σημεῖα πεποιηκότοςب
ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευονپ
εἰς αὐτόν,
۳۸
ἵνα ὁ λόγος Ἠσαΐουا
τοῦ προφήτου πληρωθῇب
ὃν εἶπεν·پ
Κύριε, τίς ἐπίστευσενت
τῇ ἀκοῇث
ἡμῶν; καὶ ὁ βραχίωνج
κυρίου τίνι ἀπεκαλύφθη;چ
۳۹
διὰ τοῦτο οὐκ ἠδύναντοا
πιστεύεινب
ὅτι πάλιν εἶπενپ
Ἠσαΐας·ت
۴۰
Τετύφλωκενا
αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ⸀ἐπώρωσενب
αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσινپ
τοῖς ὀφθαλμοῖς καὶ νοήσωσινت
τῇ καρδίᾳ καὶ ⸀στραφῶσιν,ث
καὶ ⸀ἰάσομαιج
αὐτούς.
۴۱
ταῦτα εἶπενا
Ἠσαΐαςب
⸀ὅτι εἶδενپ
τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησενت
περὶ αὐτοῦ.
۴۲
ὅμωςا
μέντοιب
καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσανپ
εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουνت
ἵνα μὴ ἀποσυνάγωγοιث
γένωνται,ج
۴۳
ἠγάπησανا
γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερب
τὴν δόξαν τοῦ θεοῦ.
۴۴
Ἰησοῦς δὲ ἔκραξενا
καὶ εἶπεν·ب
Ὁ πιστεύωνپ
εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντάت
με,
۴۵
καὶ ὁ θεωρῶνا
ἐμὲ θεωρεῖ τὸν πέμψαντάب
με.
۴۶
ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα,ا
ἵνα πᾶς ὁ πιστεύωνب
εἰς ἐμὲ ἐν τῇ σκοτίᾳپ
μὴ μείνῃ.ت
۴۷
καὶ ἐάν τίς μου ἀκούσῃا
τῶν ῥημάτων καὶ μὴ ⸀φυλάξῃ,ب
ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθονپ
ἵνα κρίνωت
τὸν κόσμον ἀλλ’ ἵνα σώσωث
τὸν κόσμον.
۴۸
ὁ ἀθετῶνا
ἐμὲ καὶ μὴ λαμβάνωνب
τὰ ῥήματά μου ἔχει τὸν κρίνονταپ
αὐτόν· ὁ λόγος ὃν ἐλάλησαت
ἐκεῖνος κρινεῖث
αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·
۴۹
ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα,ا
ἀλλ’ ὁ πέμψαςب
με πατὴρ αὐτός μοι ἐντολὴν ⸀δέδωκενپ
τί εἴπωت
καὶ τί λαλήσω.ث
۵۰
καὶ οἶδαا
ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ⸂ἐγὼ λαλῶ⸃, καθὼς εἴρηκένب
μοι ὁ πατήρ, οὕτως λαλῶ.
۱۳
Πρὸ δὲ τῆς ἑορτῆςا
τοῦ πάσχαب
εἰδὼςپ
ὁ Ἰησοῦς ὅτι ⸀ἦλθενت
αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇث
ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσαςج
τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησενچ
αὐτούς.
۲
καὶ δείπνουا
⸀γινομένου,ب
τοῦ διαβόλου ἤδη βεβληκότοςپ
εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖت
αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃,ث
۳
⸀εἰδὼςا
ὅτι πάντα ⸀ἔδωκενب
αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθενپ
καὶ πρὸς τὸν θεὸν ὑπάγει,
۴
ἐγείρεται ἐκ τοῦ δείπνουا
καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼνب
λέντιονپ
διέζωσενت
ἑαυτόν·
۵
εἶταا
βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα,ب
καὶ ἤρξατοپ
νίπτεινت
τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσεινث
τῷ λεντίῳج
ᾧ ἦνچ
διεζωσμένος.ح
۶
ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει ⸀αὐτῷ· Κύριε, σύ μου νίπτειςا
τοὺς πόδας;
۷
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδαςپ
ἄρτι, γνώσῃت
δὲ μετὰ ταῦτα.
۸
λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃςا
⸂μου τοὺς πόδας⸃ εἰς τὸν αἰῶνα. ἀπεκρίθηب
⸂Ἰησοῦς αὐτῷ⸃· Ἐὰν μὴ νίψωپ
σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.
۹
λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
۱۰
λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὁ λελουμένοςا
⸂οὐκ ἔχει χρείαν⸃ ⸂εἰ μὴ⸃ τοὺς πόδας νίψασθαι,ب
ἀλλ’ ἔστιν καθαρὸςپ
ὅλος· καὶ ὑμεῖς καθαροίت
ἐστε, ἀλλ’ οὐχὶ πάντες.
۱۱
ᾔδειا
γὰρ τὸν παραδιδόνταب
αὐτόν· διὰ τοῦτο εἶπενپ
⸀ὅτι Οὐχὶ πάντες καθαροίت
ἐστε.
۱۲
Ὅτε οὖν ἔνιψενا
τοὺς πόδας αὐτῶν ⸀καὶ ἔλαβενب
τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν⸃,پ
πάλιν εἶπενت
αὐτοῖς· Γινώσκετε τί πεποίηκαث
ὑμῖν;
۱۳
ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
۱۴
εἰ οὖν ἐγὼ ἔνιψαا
ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτεινب
τοὺς πόδας·
۱۵
ὑπόδειγμαا
γὰρ ἔδωκαب
ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησαپ
ὑμῖν καὶ ὑμεῖς ποιῆτε.ت
۱۶
ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντοςا
αὐτόν.
۱۷
εἰ ταῦτα οἴδατε,ا
μακάριοί ἐστε ἐὰν ποιῆτεب
αὐτά.
۱۸
οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδαا
⸀τίνας ἐξελεξάμην·ب
ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ·پ
Ὁ τρώγωνت
⸀μου τὸν ἄρτον ἐπῆρενث
ἐπ’ ἐμὲ τὴν πτέρνανج
αὐτοῦ.
۱۹
ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι,ا
ἵνα ⸂πιστεύσητεب
ὅταν γένηται⸃پ
ὅτι ἐγώ εἰμι.
۲۰
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνωνا
⸀ἄν τινα πέμψωب
ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνωνپ
λαμβάνει τὸν πέμψαντάت
με.
۲۱
Ταῦτα εἰπὼνا
⸀ὁ Ἰησοῦς ἐταράχθηب
τῷ πνεύματι καὶ ἐμαρτύρησενپ
καὶ εἶπεν·ت
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσειث
με.
۲۲
⸀ἔβλεπονا
εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοιب
περὶ τίνος λέγει.
۲۳
⸀ἦνا
ἀνακείμενοςب
εἷς ⸀ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳپ
τοῦ Ἰησοῦ, ὃν ἠγάπαت
ὁ Ἰησοῦς·
۲۴
νεύειا
οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαιب
τίς ἂν εἴη⸃پ
περὶ οὗ λέγει.
۲۵
⸀ἀναπεσὼνا
ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθοςب
τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν;
۲۶
⸀ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψωا
τὸ ψωμίονب
⸂καὶ δώσωپ
αὐτῷ⸃· ⸂βάψαςت
οὖν⸃ τὸ ⸀ψωμίονث
δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου.ج
۲۷
καὶ μετὰ τὸ ψωμίονا
τότε εἰσῆλθενب
εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησονپ
τάχιον.ت
۲۸
τοῦτο δὲ οὐδεὶς ἔγνωا
τῶν ἀνακειμένωνب
πρὸς τί εἶπενپ
αὐτῷ·
۲۹
τινὲς γὰρ ἐδόκουν,ا
ἐπεὶب
τὸ γλωσσόκομονپ
⸀εἶχενت
Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἀγόρασονث
ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν,ج
ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.چ
۳۰
λαβὼνا
οὖν τὸ ψωμίονب
ἐκεῖνος ⸂ἐξῆλθενپ
εὐθύς⸃. ἦνت
δὲ νύξ.
۳۱
Ὅτε ⸀οὖν ἐξῆλθενا
⸀λέγει Ἰησοῦς· Νῦν ἐδοξάσθηب
ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθηپ
ἐν αὐτῷ·
۳۲
⸂εἰ ὁ θεὸς ἐδοξάσθηا
ἐν αὐτῷ,⸃ καὶ ὁ θεὸς δοξάσειب
αὐτὸν ἐν ⸀αὑτῷ, καὶ εὐθὺς δοξάσειپ
αὐτόν.
۳۳
τεκνία,ا
ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέب
με, καὶ καθὼς εἶπονپ
τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω⸃ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,ت
καὶ ὑμῖν λέγω ἄρτι.
۳۴
ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτεا
ἀλλήλους, καθὼς ἠγάπησαب
ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτεپ
ἀλλήλους.
۳۵
ἐν τούτῳ γνώσονταιا
πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητεب
ἐν ἀλλήλοις.
۳۶
Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθηا
Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι,ب
⸂ἀκολουθήσειςپ
δὲ ὕστερον⸃.ت
۳۷
λέγει αὐτῷ ⸀ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαιا
ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.ب
۳۸
⸀ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις;ا
ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρب
φωνήσῃپ
ἕως οὗ ⸀ἀρνήσῃت
με τρίς.ث
۱۴
Μὴ ταρασσέσθωا
ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
۲
ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶا
πολλαί εἰσιν· εἰ δὲ μή, εἶπονب
ἂν ὑμῖν ⸀ὅτι πορεύομαι ἑτοιμάσαιپ
τόπον ὑμῖν·
۳
καὶ ἐὰν πορευθῶا
⸀καὶ ἑτοιμάσωب
⸂τόπον ὑμῖν⸃, πάλιν ἔρχομαι καὶ παραλήμψομαιپ
ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.ت
۴
καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατεا
⸂τὴν ὁδόν⸃.
۵
λέγει αὐτῷ Θωμᾶς·ا
Κύριε, οὐκ οἴδαμενب
ποῦ ὑπάγεις· ⸀πῶς ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι⸃;پ
۶
λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
۷
εἰ ⸀ἐγνώκειτέا
με, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃·ب
⸀ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατεپ
⸀αὐτόν.
۸
Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξονا
ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖب
ἡμῖν.
۹
λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸂Τοσούτῳا
χρόνῳ⸃ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάςب
με, Φίλιππε; ὁ ἑωρακὼςپ
ἐμὲ ἑώρακενت
τὸν πατέρα· ⸀πῶς σὺ λέγεις· Δεῖξονث
ἡμῖν τὸν πατέρα;
۱۰
οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ ⸀λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ ⸀πατὴρ ἐν ἐμοὶ ⸀μένωνا
ποιεῖ τὰ ἔργα ⸀αὐτοῦ.
۱۱
πιστεύετέا
μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ ⸀πιστεύετε.ب
۱۲
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύωνا
εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνοςب
ποιήσει,پ
καὶ μείζονα τούτων ποιήσει,ت
ὅτι ἐγὼ πρὸς τὸν ⸀πατέρα πορεύομαι·
۱۳
καὶ ὅ τι ἂν αἰτήσητεا
ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω,ب
ἵνα δοξασθῇپ
ὁ πατὴρ ἐν τῷ υἱῷ·
۱۴
ἐάν τι αἰτήσητέا
⸀με ἐν τῷ ὀνόματί μου ⸀ἐγὼ ποιήσω.ب
۱۵
Ἐὰν ἀγαπᾶτέا
με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸀τηρήσετε·ب
۱۶
κἀγὼ ἐρωτήσωا
τὸν πατέρα καὶ ἄλλον παράκλητονب
δώσειپ
ὑμῖν ἵνα ⸀ᾖت
μεθ’ ὑμῶν εἰς τὸν ⸀αἰῶνα,
۱۷
τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν,ا
ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει· ⸀ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται.ب
۱۸
Οὐκ ἀφήσωا
ὑμᾶς ὀρφανούς,ب
ἔρχομαι πρὸς ὑμᾶς.
۱۹
ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ⸀ζήσετε.ا
۲۰
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ⸂γνώσεσθεا
ὑμεῖς⸃ ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν.
۲۱
ὁ ἔχωνا
τὰς ἐντολάς μου καὶ τηρῶνب
αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶνپ
με· ὁ δὲ ἀγαπῶνت
με ἀγαπηθήσεταιث
ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσωج
αὐτὸν καὶ ἐμφανίσωچ
αὐτῷ ἐμαυτόν.
۲۲
λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης·ا
Κύριε, ⸀τί γέγονενب
ὅτι ἡμῖν μέλλεις ἐμφανίζεινپ
σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;
۲۳
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτῷ· Ἐάν τις ἀγαπᾷپ
με τὸν λόγον μου τηρήσει,ت
καὶ ὁ πατήρ μου ἀγαπήσειث
αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθαج
καὶ μονὴνچ
παρ’ αὐτῷ ⸀ποιησόμεθα.ح
۲۴
ὁ μὴ ἀγαπῶνا
με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντόςب
με πατρός.
۲۵
Ταῦτα λελάληκαا
ὑμῖν παρ’ ὑμῖν μένων·ب
۲۶
ὁ δὲ παράκλητος,ا
τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψειب
ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξειپ
πάντα καὶ ὑπομνήσειت
ὑμᾶς πάντα ἃ εἶπονث
⸀ὑμῖν.
۲۷
εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθωا
ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω.ب
۲۸
ἠκούσατεا
ὅτι ἐγὼ εἶπονب
ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέپ
με ἐχάρητεت
ἄν, ⸀ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ ⸀πατὴρ μείζων μού ἐστιν.
۲۹
καὶ νῦν εἴρηκαا
ὑμῖν πρὶνب
γενέσθαι,پ
ἵνα ὅταν γένηταιت
πιστεύσητε.ث
۳۰
οὐκέτι πολλὰ λαλήσωا
μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
۳۱
ἀλλ’ ἵνα γνῷا
ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ⸀ἐνετείλατοب
μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε,پ
ἄγωμενت
ἐντεῦθεν.ث
۱۵
Ἐγώ εἰμι ἡ ἄμπελοςا
ἡ ἀληθινή,ب
καὶ ὁ πατήρ μου ὁ γεωργόςپ
ἐστιν·
۲
πᾶν κλῆμαا
ἐν ἐμοὶ μὴ φέρονب
καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρονپ
καθαίρειت
αὐτὸ ἵνα ⸂καρπὸν πλείονα⸃ φέρῃ.ث
۳
ἤδη ὑμεῖς καθαροίا
ἐστε διὰ τὸν λόγον ὃν λελάληκαب
ὑμῖν·
۴
μείνατεا
ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμαب
οὐ δύναται καρπὸν φέρεινپ
ἀφ’ ἑαυτοῦ ἐὰν μὴ ⸀μένῃت
ἐν τῇ ἀμπέλῳ,ث
οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ ⸀μένητε.ج
۵
ἐγώ εἰμι ἡ ἄμπελος,ا
ὑμεῖς τὰ κλήματα.ب
ὁ μένωνپ
ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖνت
οὐδέν.
۶
ἐὰν μή τις ⸀μένῃا
ἐν ἐμοί, ἐβλήθηب
ἔξω ὡς τὸ κλῆμαپ
καὶ ἐξηράνθη,ت
καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.ث
۷
ἐὰν μείνητεا
ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ,ب
ὃ ἐὰν θέλητεپ
⸀αἰτήσασθεت
καὶ γενήσεταιث
ὑμῖν·
۸
ἐν τούτῳ ἐδοξάσθηا
ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητεب
καὶ ⸀γένησθεپ
ἐμοὶ μαθηταί.
۹
καθὼς ἠγάπησένا
με ὁ πατήρ, κἀγὼ ⸂ὑμᾶς ἠγάπησα⸃,ب
μείνατεپ
ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
۱۰
ἐὰν τὰς ἐντολάς μου τηρήσητε,ا
μενεῖτεب
ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκαپ
καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
۱۱
ταῦτα λελάληκαا
ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸀ᾖب
καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.پ
۱۲
Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτεا
ἀλλήλους καθὼς ἠγάπησαب
ὑμᾶς·
۱۳
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇا
ὑπὲρ τῶν φίλωνب
αὐτοῦ.
۱۴
ὑμεῖς φίλοιا
μού ἐστε ἐὰν ποιῆτεب
⸀ἃ ἐγὼ ἐντέλλομαιپ
ὑμῖν.
۱۵
οὐκέτι ⸂λέγω ὑμᾶς⸃ δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδενا
τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκαب
φίλους,پ
ὅτι πάντα ἃ ἤκουσαت
παρὰ τοῦ πατρός μου ἐγνώρισαث
ὑμῖν.
۱۶
οὐχ ὑμεῖς με ἐξελέξασθε,ا
ἀλλ’ ἐγὼ ἐξελεξάμηνب
ὑμᾶς, καὶ ἔθηκαپ
ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητεت
καὶ καρπὸν φέρητεث
καὶ ὁ καρπὸς ὑμῶν μένῃ,ج
ἵνα ὅ τι ἂν αἰτήσητεچ
τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷح
ὑμῖν.
۱۷
ταῦτα ἐντέλλομαιا
ὑμῖν ἵνα ἀγαπᾶτεب
ἀλλήλους.
۱۸
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ⸀ὑμῶν μεμίσηκεν.ا
۱۹
εἰ ἐκ τοῦ κόσμου ἦτε,ا
ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει·ب
ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμηνپ
ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
۲۰
μνημονεύετεا
τοῦ λόγου οὗ ἐγὼ εἶπονب
ὑμῖν· Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν,پ
καὶ ὑμᾶς διώξουσιν·ت
εἰ τὸν λόγον μου ἐτήρησαν,ث
καὶ τὸν ὑμέτερονج
τηρήσουσιν.چ
۲۱
ἀλλὰ ταῦτα πάντα ποιήσουσινا
⸂εἰς ὑμᾶς⸃ διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασινب
τὸν πέμψαντάپ
με.
۲۲
εἰ μὴ ἦλθονا
καὶ ἐλάλησαب
αὐτοῖς, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν·پ
νῦν δὲ πρόφασινت
οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
۲۳
ὁ ἐμὲ μισῶνا
καὶ τὸν πατέρα μου μισεῖ.
۲۴
εἰ τὰ ἔργα μὴ ἐποίησαا
ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸀ἐποίησεν,ب
ἁμαρτίαν οὐκ ⸀εἴχοσαν·پ
νῦν δὲ καὶ ἑωράκασινت
καὶ μεμισήκασινث
καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
۲۵
ἀλλ’ ἵνα πληρωθῇا
ὁ λόγος ὁ ⸂ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος⸃ب
ὅτι Ἐμίσησάνپ
με δωρεάν.ت
۲۶
⸀Ὅταν ἔλθῃا
ὁ παράκλητοςب
ὃν ἐγὼ πέμψωپ
ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσειت
περὶ ἐμοῦ·
۲۷
καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.
۱۶
Ταῦτα λελάληκαا
ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.ب
۲
ἀποσυναγώγουςا
ποιήσουσινب
ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείναςپ
ὑμᾶς δόξῃت
λατρείανث
προσφέρεινج
τῷ θεῷ.
۳
καὶ ταῦτα ποιήσουσινا
ὅτι οὐκ ἔγνωσανب
τὸν πατέρα οὐδὲ ἐμέ.
۴
ἀλλὰ ταῦτα λελάληκαا
ὑμῖν ἵνα ὅταν ἔλθῃب
ἡ ὥρα ⸀αὐτῶν μνημονεύητεپ
⸁αὐτῶν ὅτι ἐγὼ εἶπονت
ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον,ث
ὅτι μεθ’ ὑμῶν ἤμην.ج
۵
νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντάا
με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;
۶
ἀλλ’ ὅτι ταῦτα λελάληκαا
ὑμῖν ἡ λύπηب
πεπλήρωκενپ
ὑμῶν τὴν καρδίαν.
۷
ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρειا
ὑμῖν ἵνα ἐγὼ ἀπέλθω.ب
ἐὰν ⸀γὰρ μὴ ἀπέλθω,پ
ὁ παράκλητοςت
⸂οὐ μὴ ἔλθῃ⸃ث
πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ,ج
πέμψωچ
αὐτὸν πρὸς ὑμᾶς.
۸
καὶ ἐλθὼνا
ἐκεῖνος ἐλέγξειب
τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
۹
περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
۱۰
περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
۱۱
περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.ا
۱۲
Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν⸃,ا
ἀλλ’ οὐ δύνασθε βαστάζεινب
ἄρτι·
۱۳
ὅταν δὲ ἔλθῃا
ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσειب
ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ⸃, οὐ γὰρ λαλήσειپ
ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ⸀ἀκούσειت
λαλήσει,ث
καὶ τὰ ἐρχόμεναج
ἀναγγελεῖچ
ὑμῖν.
۱۴
ἐκεῖνος ἐμὲ δοξάσει,ا
ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεταιب
καὶ ἀναγγελεῖپ
ὑμῖν.
۱۵
πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπονا
ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖب
ὑμῖν.
۱۶
Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέا
⸀με.
۱۷
εἶπανا
οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέب
με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;
۱۸
ἔλεγονا
οὖν· ⸂Τί ἐστιν τοῦτο⸃ ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμενب
τί λαλεῖ.
۱۹
⸀ἔγνωا
Ἰησοῦς ὅτι ἤθελονب
αὐτὸν ἐρωτᾶν,پ
καὶ εἶπενت
αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον·ث
Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέج
με;
۲۰
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετεا
καὶ θρηνήσετεب
ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται·پ
⸀ὑμεῖς λυπηθήσεσθε,ت
ἀλλ’ ἡ λύπηث
ὑμῶν εἰς χαρὰν γενήσεται.ج
۲۱
ἡ γυνὴ ὅταν τίκτῃا
λύπηνب
ἔχει, ὅτι ἦλθενپ
ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃت
τὸ παιδίον, οὐκέτι μνημονεύειث
τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθηج
ἄνθρωπος εἰς τὸν κόσμον.
۲۲
καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην⸃ا
ἔχετε· πάλιν δὲ ὄψομαιب
ὑμᾶς, καὶ χαρήσεταιپ
ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει ἀφ’ ὑμῶν.
۲۳
καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετεا
οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι⸃ αἰτήσητεب
τὸν πατέρα ⸂δώσειپ
ὑμῖν ἐν τῷ ὀνόματί μου⸃.
۲۴
ἕως ἄρτι οὐκ ᾐτήσατεا
οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτεب
καὶ λήμψεσθε,پ
ἵνα ἡ χαρὰ ὑμῶν ᾖت
πεπληρωμένη.ث
۲۵
Ταῦτα ἐν παροιμίαιςا
λελάληκαب
ὑμῖν· ⸀ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαιςپ
λαλήσωت
ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶث
ὑμῖν.
۲۶
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε,ا
καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσωب
τὸν πατέρα περὶ ὑμῶν·
۲۷
αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖا
ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατεب
καὶ πεπιστεύκατεپ
ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον.ت
۲۸
ἐξῆλθονا
⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθαب
εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
۲۹
⸀Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίανا
οὐδεμίαν λέγεις.
۳۰
νῦν οἴδαμενا
ὅτι οἶδαςب
πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ·پ
ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.ت
۳۱
ἀπεκρίθηا
⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε;
۳۲
ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ ἐλήλυθενا
ἵνα σκορπισθῆτεب
ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε·پ
καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν.
۳۳
ταῦτα λελάληκαا
ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε·ب
ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε,پ
ἐγὼ νενίκηκαت
τὸν κόσμον.
۱۷
Ταῦτα ⸀ἐλάλησενا
Ἰησοῦς, καὶ ⸂ἐπάραςب
τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν⸃·پ
Πάτερ, ἐλήλυθενت
ἡ ὥρα· δόξασόνث
σου τὸν υἱόν, ⸀ἵνα ὁ ⸀υἱὸς δοξάσῃج
σέ,
۲
καθὼς ἔδωκαςا
αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκαςب
αὐτῷ ⸀δώσῃپ
αὐτοῖς ζωὴν αἰώνιον.
۳
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσιا
σὲ τὸν μόνον ἀληθινὸνب
θεὸν καὶ ὃν ἀπέστειλαςپ
Ἰησοῦν Χριστόν.
۴
ἐγώ σε ἐδόξασαا
ἐπὶ τῆς γῆς, τὸ ἔργον ⸀τελειώσαςب
ὃ δέδωκάςپ
μοι ἵνα ποιήσω·ت
۵
καὶ νῦν δόξασόνا
με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχονب
πρὸ τοῦ τὸν κόσμον εἶναιپ
παρὰ σοί.
۶
Ἐφανέρωσάا
σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ⸀ἔδωκάςب
μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσανپ
κἀμοὶ αὐτοὺς ⸁ἔδωκας,ت
καὶ τὸν λόγον σου τετήρηκαν.ث
۷
νῦν ἔγνωκανا
ὅτι πάντα ὅσα ⸀δέδωκάςب
μοι παρὰ σοῦ ⸀εἰσιν·
۸
ὅτι τὰ ῥήματα ἃ ⸀ἔδωκάςا
μοι δέδωκαب
αὐτοῖς, καὶ αὐτοὶ ἔλαβονپ
καὶ ἔγνωσανت
ἀληθῶςث
ὅτι παρὰ σοῦ ἐξῆλθον,ج
καὶ ἐπίστευσανچ
ὅτι σύ με ἀπέστειλας.ح
۹
ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάςا
μοι, ὅτι σοί εἰσιν,
۱۰
καὶ τὰ ἐμὰ πάντα σάا
ἐστιν καὶ τὰ σὰب
ἐμά, καὶ δεδόξασμαιپ
ἐν αὐτοῖς.
۱۱
καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ ⸀αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησονا
αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάςب
μοι, ἵνα ὦσινپ
ἓν ⸀καθὼς ἡμεῖς.
۱۲
ὅτε ἤμηνا
μετ’ ⸀αὐτῶν ἐγὼ ἐτήρουνب
αὐτοὺς ἐν τῷ ὀνόματί σου ⸀ᾧ δέδωκάςپ
μοι, ⸀καὶ ἐφύλαξα,ت
καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετοث
εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας,ج
ἵνα ἡ γραφὴ πληρωθῇ.چ
۱۳
νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσινا
τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένηνب
ἐν ⸀ἑαυτοῖς.
۱۴
ἐγὼ δέδωκαا
αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησενب
αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
۱۵
οὐκ ἐρωτῶ ἵνα ἄρῃςا
αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃςب
αὐτοὺς ἐκ τοῦ πονηροῦ.
۱۶
ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ ⸂οὐκ εἰμὶ ἐκ τοῦ κόσμου⸃.
۱۷
ἁγίασονا
αὐτοὺς ἐν τῇ ⸀ἀληθείᾳ· ὁ λόγος ὁ σὸςب
ἀλήθειά ἐστιν.
۱۸
καθὼς ἐμὲ ἀπέστειλαςا
εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλαب
αὐτοὺς εἰς τὸν κόσμον·
۱۹
καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζωا
ἐμαυτόν, ἵνα ⸂ὦσινب
καὶ αὐτοὶ⸃ ἡγιασμένοιپ
ἐν ἀληθείᾳ.
۲۰
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντωνا
διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,
۲۱
ἵνα πάντες ἓν ὦσιν,ا
καθὼς σύ, ⸀πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ⸀ἡμῖν ὦσιν,ب
ἵνα ὁ κόσμος ⸀πιστεύῃپ
ὅτι σύ με ἀπέστειλας.ت
۲۲
κἀγὼ τὴν δόξαν ἣν δέδωκάςا
μοι δέδωκαب
αὐτοῖς, ἵνα ὦσινپ
ἓν καθὼς ἡμεῖς ⸀ἕν,
۲۳
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσινا
τετελειωμένοιب
εἰς ἕν, ⸀ἵνα γινώσκῃپ
ὁ κόσμος ὅτι σύ με ἀπέστειλαςت
καὶ ἠγάπησαςث
αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.ج
۲۴
⸀πάτερ, ⸀ὃ δέδωκάςا
μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοιب
ὦσινپ
μετ’ ἐμοῦ, ἵνα θεωρῶσινت
τὴν δόξαν τὴν ἐμὴν ἣν ⸀δέδωκάςث
μοι, ὅτι ἠγάπησάςج
με πρὸ καταβολῆςچ
κόσμου.
۲۵
⸀Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω,ا
ἐγὼ δέ σε ἔγνων,ب
καὶ οὗτοι ἔγνωσανپ
ὅτι σύ με ἀπέστειλας,ت
۲۶
καὶ ἐγνώρισαا
αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω,ب
ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάςپ
με ἐν αὐτοῖς ᾖت
κἀγὼ ἐν αὐτοῖς.
۱۸
Ταῦτα ⸀εἰπὼνا
Ἰησοῦς ἐξῆλθενب
σὺν τοῖς μαθηταῖς αὐτοῦ πέρανپ
τοῦ χειμάρρουت
⸀τοῦ Κεδρὼνث
ὅπου ἦνج
κῆπος,چ
εἰς ὃν εἰσῆλθενح
αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
۲
ᾔδειا
δὲ καὶ Ἰούδας ὁ παραδιδοὺςب
αὐτὸν τὸν τόπον, ὅτι πολλάκιςپ
⸀συνήχθηت
Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
۳
ὁ οὖν Ἰούδας λαβὼνا
τὴν σπεῖρανب
καὶ ἐκ τῶν ἀρχιερέων καὶ ⸂ἐκ τῶν⸃ Φαρισαίων ὑπηρέταςپ
ἔρχεται ἐκεῖ μετὰ φανῶνت
καὶ λαμπάδωνث
καὶ ὅπλων.ج
۴
Ἰησοῦς ⸀οὖν εἰδὼςا
πάντα τὰ ἐρχόμεναب
ἐπ’ αὐτὸν ⸂ἐξῆλθεν,پ
καὶ λέγει⸃ αὐτοῖς· Τίνα ζητεῖτε;
۵
ἀπεκρίθησανا
αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον.ب
λέγει ⸀αὐτοῖς· Ἐγώ εἰμι. εἱστήκειپ
δὲ καὶ Ἰούδας ὁ παραδιδοὺςت
αὐτὸν μετ’ αὐτῶν.
۶
ὡς οὖν εἶπενا
⸀αὐτοῖς· Ἐγώ εἰμι, ἀπῆλθονب
εἰς τὰ ὀπίσω καὶ ἔπεσανپ
χαμαί.ت
۷
πάλιν οὖν ⸂ἐπηρώτησενا
αὐτούς⸃· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν·ب
Ἰησοῦν τὸν Ναζωραῖον.پ
۸
ἀπεκρίθηا
Ἰησοῦς· Εἶπονب
ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετεپ
τούτους ὑπάγειν·ت
۹
ἵνα πληρωθῇا
ὁ λόγος ὃν εἶπενب
ὅτι Οὓς δέδωκάςپ
μοι οὐκ ἀπώλεσαت
ἐξ αὐτῶν οὐδένα.
۱۰
Σίμων οὖν Πέτρος ἔχωνا
μάχαιρανب
εἵλκυσενپ
αὐτὴν καὶ ἔπαισενت
τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψενث
αὐτοῦ τὸ ⸀ὠτάριονج
τὸ δεξιόν. ἦνچ
δὲ ὄνομα τῷ δούλῳ Μάλχος.ح
۱۱
εἶπενا
οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλεب
τὴν ⸀μάχαιρανپ
εἰς τὴν θήκην·ت
τὸ ποτήριον ὃ δέδωκένث
μοι ὁ πατὴρ οὐ μὴ πίωج
αὐτό;
۱۲
Ἡ οὖν σπεῖραا
καὶ ὁ χιλίαρχοςب
καὶ οἱ ὑπηρέταιپ
τῶν Ἰουδαίων συνέλαβονت
τὸν Ἰησοῦν καὶ ἔδησανث
αὐτὸν
۱۳
καὶ ⸀ἤγαγονا
πρὸς Ἅννανب
πρῶτον· ἦνپ
γὰρ πενθερὸςت
τοῦ Καϊάφα,ث
ὃς ἦνج
ἀρχιερεὺς τοῦ ἐνιαυτοῦچ
ἐκείνου·
۱۴
ἦνا
δὲ Καϊάφαςب
ὁ συμβουλεύσαςپ
τοῖς Ἰουδαίοις ὅτι συμφέρειت
ἕνα ἄνθρωπον ⸀ἀποθανεῖνث
ὑπὲρ τοῦ λαοῦ.
۱۵
Ἠκολούθειا
δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος ⸀καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦνب
γνωστὸςپ
τῷ ἀρχιερεῖ καὶ συνεισῆλθενت
τῷ Ἰησοῦ εἰς τὴν αὐλὴνث
τοῦ ἀρχιερέως,
۱۶
ὁ δὲ Πέτρος εἱστήκειا
πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθενب
οὖν ὁ μαθητὴς ὁ ἄλλος ⸀ὁ γνωστὸςپ
⸂τοῦ ἀρχιερέως⸃ καὶ εἶπενت
τῇ θυρωρῷث
καὶ εἰσήγαγενج
τὸν Πέτρον.
۱۷
λέγει οὖν ⸂τῷ Πέτρῳ ἡ παιδίσκηا
ἡ θυρωρός⸃·ب
Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί.
۱۸
εἱστήκεισανا
δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέταιب
ἀνθρακιὰνپ
πεποιηκότες,ت
ὅτι ψῦχοςث
ἦν,ج
καὶ ἐθερμαίνοντο·چ
ἦνح
δὲ ⸂καὶ ὁ Πέτρος μετ’ αὐτῶν⸃ ἑστὼςخ
καὶ θερμαινόμενος.د
۱۹
Ὁ οὖν ἀρχιερεὺς ἠρώτησενا
τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
۲۰
ἀπεκρίθηا
⸀αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ ⸀λελάληκαب
τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξαپ
ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου ⸀πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷت
ἐλάλησαث
οὐδέν·
۲۱
τί με ⸂ἐρωτᾷς; ἐρώτησον⸃ا
τοὺς ἀκηκοόταςب
τί ἐλάλησαپ
αὐτοῖς· ἴδε οὗτοι οἴδασινت
ἃ εἶπονث
ἐγώ.
۲۲
ταῦτα δὲ αὐτοῦ εἰπόντοςا
εἷς ⸂παρεστηκὼςب
τῶν ὑπηρετῶν⸃پ
ἔδωκενت
ῥάπισμαث
τῷ Ἰησοῦ εἰπών·ج
Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
۲۳
ἀπεκρίθηا
⸀αὐτῷ Ἰησοῦς· Εἰ κακῶςب
ἐλάλησα,پ
μαρτύρησονت
περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;ث
۲۴
ἀπέστειλενا
⸀οὖν αὐτὸν ὁ Ἅνναςب
δεδεμένονپ
πρὸς Καϊάφανت
τὸν ἀρχιερέα.
۲۵
Ἦνا
δὲ Σίμων Πέτρος ἑστὼςب
καὶ θερμαινόμενος.پ
εἶπονت
οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ⸀ἠρνήσατοث
ἐκεῖνος καὶ εἶπεν·ج
Οὐκ εἰμί.
۲۶
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴςا
ὢνب
οὗ ἀπέκοψενپ
Πέτρος τὸ ὠτίον·ت
Οὐκ ἐγώ σε εἶδονث
ἐν τῷ κήπῳج
μετ’ αὐτοῦ;
۲۷
πάλιν οὖν ⸀ἠρνήσατοا
Πέτρος· καὶ εὐθέως ἀλέκτωρب
ἐφώνησεν.پ
۲۸
Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφαا
εἰς τὸ πραιτώριον·ب
ἦνپ
δὲ πρωΐ·ت
καὶ αὐτοὶ οὐκ εἰσῆλθονث
εἰς τὸ πραιτώριον,ج
ἵνα μὴ μιανθῶσινچ
⸀ἀλλὰ φάγωσινح
τὸ πάσχα.خ
۲۹
ἐξῆλθενا
οὖν ὁ Πιλᾶτος ⸀ἔξω πρὸς αὐτοὺς καὶ ⸀φησίν· Τίνα κατηγορίανب
φέρετε ⸀κατὰ τοῦ ἀνθρώπου τούτου;
۳۰
ἀπεκρίθησανا
καὶ εἶπανب
αὐτῷ· Εἰ μὴ ἦνپ
οὗτος ⸂κακὸν ποιῶν⸃,ت
οὐκ ἄν σοι παρεδώκαμενث
αὐτόν.
۳۱
εἶπενا
οὖν αὐτοῖς ⸀ὁ Πιλᾶτος· Λάβετεب
αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατεپ
αὐτόν. ⸀εἶπονت
αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναιث
οὐδένα·
۳۲
ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇا
ὃν εἶπενب
σημαίνωνپ
ποίῳ θανάτῳ ἤμελλενت
ἀποθνῄσκειν.ث
۳۳
Εἰσῆλθενا
οὖν ⸂πάλιν εἰς τὸ πραιτώριον⸃ب
ὁ Πιλᾶτος καὶ ἐφώνησενپ
τὸν Ἰησοῦν καὶ εἶπενت
αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
۳۴
⸀ἀπεκρίθηا
Ἰησοῦς· ⸂Ἀπὸ σεαυτοῦ⸃ σὺ τοῦτο λέγεις ἢ ἄλλοι ⸂εἶπόνب
σοι⸃ περὶ ἐμοῦ;
۳۵
ἀπεκρίθηا
ὁ Πιλᾶτος· Μήτιب
ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸνپ
καὶ οἱ ἀρχιερεῖς παρέδωκάνت
σε ἐμοί· τί ἐποίησας;ث
۳۶
ἀπεκρίθηا
Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦνب
ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέταιپ
⸂οἱ ἐμοὶ ἠγωνίζοντοت
ἄν⸃, ἵνα μὴ παραδοθῶث
τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.ج
۳۷
εἶπενا
οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦνب
βασιλεὺς εἶ σύ; ἀπεκρίθηپ
⸀ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς ⸀εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαιت
καὶ εἰς τοῦτο ἐλήλυθαث
εἰς τὸν κόσμον ἵνα μαρτυρήσωج
τῇ ἀληθείᾳ· πᾶς ὁ ὢνچ
ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
۳۸
λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼνا
πάλιν ἐξῆλθενب
πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν ⸂εὑρίσκω ἐν αὐτῷ αἰτίαν⸃·پ
۳۹
ἔστιν δὲ συνήθειαا
ὑμῖν ἵνα ἕνα ⸂ἀπολύσωب
ὑμῖν⸃ ἐν τῷ πάσχα·پ
βούλεσθε οὖν ⸄ἀπολύσωت
ὑμῖν⸅ τὸν βασιλέα τῶν Ἰουδαίων;
۴۰
ἐκραύγασανا
οὖν ⸀πάλιν λέγοντες·ب
Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν.پ
ἦνت
δὲ ὁ Βαραββᾶςث
λῃστής.ج
۱۹
Τότε οὖν ἔλαβενا
ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.ب
۲
καὶ οἱ στρατιῶταιا
πλέξαντεςب
στέφανονپ
ἐξ ἀκανθῶνت
ἐπέθηκανث
αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦνج
περιέβαλονچ
αὐτόν,
۳
καὶ ⸂ἤρχοντοا
πρὸς αὐτὸν καὶ⸃ ἔλεγον·ب
Χαῖρε,پ
ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσανت
αὐτῷ ῥαπίσματα.ث
۴
⸂καὶ ἐξῆλθεν⸃ا
πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτεب
ὅτι ⸂οὐδεμίαν αἰτίανپ
εὑρίσκω ἐν αὐτῷ⸃.
۵
ἐξῆλθενا
οὖν ὁ Ἰησοῦς ἔξω, φορῶνب
τὸν ἀκάνθινονپ
στέφανονت
καὶ τὸ πορφυροῦνث
ἱμάτιον. καὶ λέγει αὐτοῖς· ⸀Ἰδοὺ ὁ ἄνθρωπος.
۶
ὅτε οὖν εἶδονا
αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέταιب
ἐκραύγασανپ
λέγοντες·ت
Σταύρωσονث
⸀σταύρωσον.ج
λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετεچ
αὐτὸν ὑμεῖς καὶ σταυρώσατε,ح
ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.خ
۷
ἀπεκρίθησανا
αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν ⸀νόμον ὀφείλει ἀποθανεῖν,ب
ὅτι ⸂υἱὸν θεοῦ ἑαυτὸν⸃ ἐποίησεν.پ
۸
Ὅτε οὖν ἤκουσενا
ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,ب
۹
καὶ εἰσῆλθενا
εἰς τὸ πραιτώριονب
πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθενپ
εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισινت
οὐκ ἔδωκενث
αὐτῷ.
۱۰
λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδαςا
ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαίب
σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί⸃پ
σε;
۱۱
ἀπεκρίθηا
⸀αὐτῷ Ἰησοῦς· Οὐκ εἶχεςب
ἐξουσίαν ⸂κατ’ ἐμοῦ οὐδεμίαν⸃ εἰ μὴ ἦνپ
⸂δεδομένονت
σοι⸃ ἄνωθεν·ث
διὰ τοῦτο ὁ ⸀παραδούςج
μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
۱۲
ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει⸃ا
ἀπολῦσαιب
αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασανپ
λέγοντες·ت
Ἐὰν τοῦτον ἀπολύσῃς,ث
οὐκ εἶ φίλοςج
τοῦ Καίσαρος·چ
πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶνح
ἀντιλέγειخ
τῷ Καίσαρι.د
۱۳
Ὁ οὖν Πιλᾶτος ἀκούσαςا
⸂τῶν λόγων τούτων⸃ ἤγαγενب
ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισενپ
⸀ἐπὶ βήματοςت
εἰς τόπον λεγόμενονث
Λιθόστρωτον,ج
Ἑβραϊστὶچ
δὲ Γαββαθα.ح
۱۴
ἦνا
δὲ παρασκευὴب
τοῦ πάσχα,پ
ὥρα ⸂ἦνت
ὡς⸃ ἕκτη.ث
καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.
۱۵
⸂ἐκραύγασανا
οὖν ἐκεῖνοι⸃· Ἆρονب
ἆρον,پ
σταύρωσονت
αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω;ث
ἀπεκρίθησανج
οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.چ
۱۶
τότε οὖν παρέδωκενا
αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.ب
Παρέλαβονپ
⸀οὖν τὸν ⸀Ἰησοῦν·
۱۷
καὶ βαστάζωνا
⸂αὑτῷ τὸν σταυρὸν⸃ب
ἐξῆλθενپ
εἰς ⸀τὸν λεγόμενονت
Κρανίουث
Τόπον, ⸀ὃ λέγεται Ἑβραϊστὶج
Γολγοθα,چ
۱۸
ὅπου αὐτὸν ἐσταύρωσαν,ا
καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθενب
καὶ ἐντεῦθεν,پ
μέσον δὲ τὸν Ἰησοῦν.
۱۹
ἔγραψενا
δὲ καὶ τίτλονب
ὁ Πιλᾶτος καὶ ἔθηκενپ
ἐπὶ τοῦ σταυροῦ·ت
ἦνث
δὲ γεγραμμένον·ج
Ἰησοῦς ὁ Ναζωραῖοςچ
ὁ βασιλεὺς τῶν Ἰουδαίων.
۲۰
τοῦτον οὖν τὸν τίτλονا
πολλοὶ ἀνέγνωσανب
τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦνپ
ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθηت
ὁ Ἰησοῦς· καὶ ἦνث
γεγραμμένονج
Ἑβραϊστί,چ
⸂Ῥωμαϊστί,ح
Ἑλληνιστί⸃.خ
۲۱
ἔλεγονا
οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε·ب
Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπενپ
Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί⸃.
۲۲
ἀπεκρίθηا
ὁ Πιλᾶτος· Ὃ γέγραφαب
γέγραφα.پ
۲۳
οἱ οὖν στρατιῶταιا
ὅτε ἐσταύρωσανب
τὸν Ἰησοῦν ἔλαβονپ
τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησανت
τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃث
μέρος, καὶ τὸν χιτῶνα.ج
ἦνچ
δὲ ὁ χιτὼνح
ἄραφος,خ
ἐκ τῶν ἄνωθενد
ὑφαντὸςذ
δι’ ὅλου·
۲۴
εἶπανا
οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμενب
αὐτόν, ἀλλὰ λάχωμενپ
περὶ αὐτοῦ τίνος ἔσται·ت
ἵνα ἡ γραφὴ πληρωθῇث
⸂ἡ λέγουσα⸃·ج
Διεμερίσαντοچ
τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόνح
μου ἔβαλονخ
κλῆρον.د
Οἱ μὲν οὖν στρατιῶταιذ
ταῦτα ἐποίησαν.ر
۲۵
Εἱστήκεισανا
δὲ παρὰ τῷ σταυρῷب
τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴپ
τῆς μητρὸς αὐτοῦ, Μαρίαت
ἡ τοῦ Κλωπᾶث
καὶ Μαρίαج
ἡ Μαγδαληνή.چ
۲۶
Ἰησοῦς οὖν ἰδὼνا
τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶταب
ὃν ἠγάπαپ
λέγει τῇ ⸀μητρί· Γύναι, ⸀ἴδε ὁ υἱός σου·
۲۷
εἶταا
λέγει τῷ μαθητῇ· ⸀Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβενب
ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
۲۸
Μετὰ τοῦτο ⸀εἰδὼςا
ὁ Ἰησοῦς ὅτι ⸂ἤδη πάντα⸃ τετέλεσταιب
ἵνα τελειωθῇپ
ἡ γραφὴ λέγει· Διψῶ.ت
۲۹
⸀σκεῦοςا
ἔκειτοب
ὄξουςپ
μεστόν·ت
⸂σπόγγονث
οὖν μεστὸνج
τοῦ⸃ ὄξουςچ
⸀ὑσσώπῳح
περιθέντεςخ
προσήνεγκανد
αὐτοῦ τῷ στόματι.
۳۰
ὅτε οὖν ἔλαβενا
τὸ ὄξοςب
ὁ Ἰησοῦς εἶπεν·پ
Τετέλεσται,ت
καὶ κλίναςث
τὴν κεφαλὴν παρέδωκενج
τὸ πνεῦμα.
۳۱
Οἱ οὖν Ἰουδαῖοι, ⸂ἐπεὶا
παρασκευὴب
ἦν,پ
ἵνα μὴ μείνῃت
ἐπὶ τοῦ σταυροῦث
τὰ σώματα ἐν τῷ σαββάτῳ⸃, ἦνج
γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησανچ
τὸν Πιλᾶτον ἵνα κατεαγῶσινح
αὐτῶν τὰ σκέληخ
καὶ ἀρθῶσιν.د
۳۲
ἦλθονا
οὖν οἱ στρατιῶται,ب
καὶ τοῦ μὲν πρώτου κατέαξανپ
τὰ σκέληت
καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντοςث
αὐτῷ·
۳۳
ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες,ا
ὡς εἶδονب
⸂ἤδη αὐτὸν⸃ τεθνηκότα,پ
οὐ κατέαξανت
αὐτοῦ τὰ σκέλη,ث
۳۴
ἀλλ’ εἷς τῶν στρατιωτῶνا
λόγχῃب
αὐτοῦ τὴν πλευρὰνپ
ἔνυξεν,ت
καὶ ⸂ἐξῆλθενث
εὐθὺς⸃ αἷμα καὶ ὕδωρ.
۳۵
καὶ ὁ ἑωρακὼςا
μεμαρτύρηκεν,ب
καὶ ἀληθινὴپ
⸂αὐτοῦ ἐστιν⸃ ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδενت
ὅτι ἀληθῆث
λέγει, ἵνα ⸀καὶ ὑμεῖς ⸀πιστεύητε.ج
۳۶
ἐγένετοا
γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ·ب
Ὀστοῦνپ
οὐ συντριβήσεταιت
⸀αὐτοῦ.
۳۷
καὶ πάλιν ἑτέρα γραφὴ λέγει· Ὄψονταιا
εἰς ὃν ἐξεκέντησαν.ب
۳۸
Μετὰ ⸀δὲ ταῦτα ἠρώτησενا
τὸν Πιλᾶτον Ἰωσὴφ ⸀ἀπὸ Ἁριμαθαίας,ب
ὢνپ
μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένοςت
δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃث
τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψενج
ὁ Πιλᾶτος. ἦλθενچ
οὖν καὶ ἦρενح
τὸ σῶμα ⸀αὐτοῦ.
۳۹
ἦλθενا
δὲ καὶ Νικόδημος,ب
ὁ ἐλθὼνپ
πρὸς ⸀αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρωνت
⸀μίγμαث
σμύρνηςج
καὶ ἀλόηςچ
ὡς λίτραςح
ἑκατόν.خ
۴۰
ἔλαβονا
οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησανب
⸀αὐτὸ ὀθονίοιςپ
μετὰ τῶν ἀρωμάτων,ت
καθὼς ἔθοςث
ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.ج
۴۱
ἦνا
δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθηب
κῆπος,پ
καὶ ἐν τῷ κήπῳت
μνημεῖον καινόν, ἐν ᾧ οὐδέπωث
οὐδεὶς ⸂ἦνج
τεθειμένος⸃·چ
۴۲
ἐκεῖ οὖν διὰ τὴν παρασκευὴνا
τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦνب
τὸ μνημεῖον, ἔθηκανپ
τὸν Ἰησοῦν.
۲۰
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρίαا
ἡ Μαγδαληνὴب
ἔρχεται πρωῒپ
σκοτίαςت
ἔτι οὔσηςث
εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένονج
ἐκ τοῦ μνημείου.
۲
τρέχειا
οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλειب
ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦρανپ
τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμενت
ποῦ ἔθηκανث
αὐτόν.
۳
ἐξῆλθενا
οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντοب
εἰς τὸ μνημεῖον.
۴
ἔτρεχονا
δὲ οἱ δύο ὁμοῦ·ب
καὶ ὁ ἄλλος μαθητὴς προέδραμενپ
τάχιονت
τοῦ Πέτρου καὶ ἦλθενث
πρῶτος εἰς τὸ μνημεῖον,
۵
καὶ παρακύψαςا
βλέπει κείμεναب
τὰ ὀθόνια,پ
οὐ μέντοιت
εἰσῆλθεν.ث
۶
ἔρχεται οὖν ⸀καὶ Σίμων Πέτρος ἀκολουθῶνا
αὐτῷ, καὶ εἰσῆλθενب
εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνιαپ
κείμενα,ت
۷
καὶ τὸ σουδάριον,ا
ὃ ἦνب
ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίωνپ
κείμενονت
ἀλλὰ χωρὶς ἐντετυλιγμένονث
εἰς ἕνα τόπον·
۸
τότε οὖν εἰσῆλθενا
καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼνب
πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδενپ
καὶ ἐπίστευσεν·ت
۹
οὐδέπωا
γὰρ ᾔδεισανب
τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.پ
۱۰
ἀπῆλθονا
οὖν πάλιν πρὸς ⸀αὑτοὺς οἱ μαθηταί.
۱۱
Μαρίαا
δὲ εἱστήκειب
πρὸς ⸂τῷ μνημείῳ ἔξω κλαίουσα⸃.پ
ὡς οὖν ἔκλαιενت
παρέκυψενث
εἰς τὸ μνημεῖον,
۱۲
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖςا
καθεζομένους,ب
ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτοپ
τὸ σῶμα τοῦ Ἰησοῦ.
۱۳
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦρανا
τὸν κύριόν μου, καὶ οὐκ οἶδαب
ποῦ ἔθηκανپ
αὐτόν.
۱۴
⸀ταῦτα εἰποῦσαا
ἐστράφηب
εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα,پ
καὶ οὐκ ᾔδειت
ὅτι Ἰησοῦς ἐστιν.
۱۵
λέγει ⸀αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσαا
ὅτι ὁ κηπουρόςب
ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασαςپ
αὐτόν, εἰπέت
μοι ποῦ ἔθηκαςث
αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.ج
۱۶
λέγει ⸀αὐτῇ Ἰησοῦς· ⸀Μαριάμ.ا
στραφεῖσαب
ἐκείνη λέγει αὐτῷ ⸀Ἑβραϊστί·پ
Ραββουνιت
(ὃ λέγεται Διδάσκαλε).
۱۷
λέγει ⸀αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου,ا
οὔπωب
γὰρ ἀναβέβηκαپ
πρὸς τὸν ⸀πατέρα· πορεύουت
δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲث
αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
۱۸
ἔρχεται ⸀Μαριὰμا
ἡ Μαγδαληνὴب
⸀ἀγγέλλουσαپ
τοῖς μαθηταῖς ὅτι ⸀Ἑώρακαت
τὸν κύριον καὶ ταῦτα εἶπενث
αὐτῇ.
۱۹
Οὔσηςا
οὖν ὀψίαςب
τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ⸀μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένωνپ
ὅπου ἦσανت
οἱ ⸀μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθενث
ὁ Ἰησοῦς καὶ ἔστηج
εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.
۲۰
καὶ τοῦτο εἰπὼνا
⸀ἔδειξενب
τὰς χεῖρας καὶ τὴν πλευρὰνپ
⸀αὐτοῖς. ἐχάρησανت
οὖν οἱ μαθηταὶ ἰδόντεςث
τὸν κύριον.
۲۱
εἶπενا
οὖν αὐτοῖς ⸂ὁ Ἰησοῦς⸃ πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκένب
με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
۲۲
καὶ τοῦτο εἰπὼνا
ἐνεφύσησενب
καὶ λέγει αὐτοῖς· Λάβετεپ
πνεῦμα ἅγιον·
۲۳
ἄν τινων ἀφῆτεا
τὰς ἁμαρτίας ⸀ἀφέωνταιب
αὐτοῖς· ἄν τινων κρατῆτεپ
κεκράτηνται.ت
۲۴
Θωμᾶςا
δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενοςب
Δίδυμος,پ
οὐκ ἦνت
μετ’ αὐτῶν ὅτε ⸀ἦλθενث
Ἰησοῦς.
۲۵
ἔλεγονا
οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμενب
τὸν κύριον. ὁ δὲ εἶπενپ
αὐτοῖς· Ἐὰν μὴ ἴδωت
ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπονث
τῶν ἥλωνج
καὶ βάλωچ
τὸν δάκτυλόνح
μου εἰς τὸν τύπονخ
τῶν ἥλωνد
καὶ βάλωذ
⸂μου τὴν χεῖρα⸃ εἰς τὴν πλευρὰνر
αὐτοῦ, οὐ μὴ πιστεύσω.ز
۲۶
Καὶ μεθ’ ἡμέρας ὀκτὼا
πάλιν ἦσανب
ἔσωپ
οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶςت
μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων,ث
καὶ ἔστηج
εἰς τὸ μέσον καὶ εἶπεν·چ
Εἰρήνη ὑμῖν.
۲۷
εἶταا
λέγει τῷ Θωμᾷ·ب
Φέρεپ
τὸν δάκτυλόνت
σου ὧδε καὶ ἴδεث
τὰς χεῖράς μου, καὶ φέρεج
τὴν χεῖρά σου καὶ βάλεچ
εἰς τὴν πλευράνح
μου, καὶ μὴ γίνουخ
ἄπιστοςد
ἀλλὰ πιστός.
۲۸
⸀ἀπεκρίθηا
Θωμᾶςب
καὶ εἶπενپ
αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου.
۲۹
λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάςا
με πεπίστευκας;ب
μακάριοι οἱ μὴ ἰδόντεςپ
καὶ πιστεύσαντες.ت
۳۰
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησενا
ὁ Ἰησοῦς ἐνώπιον τῶν ⸀μαθητῶν, ἃ οὐκ ἔστιν γεγραμμέναب
ἐν τῷ βιβλίῳ τούτῳ·
۳۱
ταῦτα δὲ γέγραπταιا
ἵνα ⸀πιστεύητεب
ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντεςپ
ζωὴν ἔχητεت
ἐν τῷ ὀνόματι αὐτοῦ.
۲۱
Μετὰ ταῦτα ἐφανέρωσενا
ἑαυτὸν πάλιν ⸀ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος·ب
ἐφανέρωσενپ
δὲ οὕτως.
۲
ἦσανا
ὁμοῦب
Σίμων Πέτρος καὶ Θωμᾶςپ
ὁ λεγόμενοςت
Δίδυμοςث
καὶ Ναθαναὴλج
ὁ ἀπὸ Κανὰچ
τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίουح
καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
۳
λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν·ا
λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθονب
καὶ ἐνέβησανپ
εἰς τὸ ⸀πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασανت
οὐδέν.
۴
Πρωΐαςا
δὲ ἤδη ⸀γενομένηςب
⸀ἔστηپ
Ἰησοῦς εἰς τὸν αἰγιαλόν·ت
οὐ μέντοιث
ᾔδεισανج
οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.
۵
λέγει οὖν αὐτοῖς ⸀ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιονا
ἔχετε; ἀπεκρίθησανب
αὐτῷ· Οὔ.
۶
ὁ δὲ εἶπενا
αὐτοῖς· Βάλετεب
εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον,پ
καὶ εὑρήσετε.ت
ἔβαλονث
οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαιج
⸀ἴσχυονچ
ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.ح
۷
λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπαا
ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσαςب
ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτηνپ
διεζώσατο,ت
ἦνث
γὰρ γυμνός,ج
καὶ ἔβαλενچ
ἑαυτὸν εἰς τὴν θάλασσαν·
۸
οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳا
ἦλθον,ب
οὐ γὰρ ἦσανپ
μακρὰνت
ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶνث
διακοσίων,ج
σύροντεςچ
τὸ δίκτυονح
τῶν ἰχθύων.خ
۹
Ὡς οὖν ἀπέβησανا
εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰνب
κειμένηνپ
καὶ ὀψάριονت
ἐπικείμενονث
καὶ ἄρτον.
۱۰
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατεا
ἀπὸ τῶν ὀψαρίωνب
ὧν ἐπιάσατεپ
νῦν.
۱۱
ἀνέβηا
⸀οὖν Σίμων Πέτρος καὶ εἵλκυσενب
τὸ δίκτυονپ
⸂εἰς τὴν γῆν⸃ μεστὸνت
ἰχθύωνث
μεγάλων ἑκατὸνج
πεντήκονταچ
τριῶν· καὶ τοσούτωνح
ὄντωνخ
οὐκ ἐσχίσθηد
τὸ δίκτυον.ذ
۱۲
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτεا
ἀριστήσατε.ب
οὐδεὶς ⸀δὲ ἐτόλμαپ
τῶν μαθητῶν ἐξετάσαιت
αὐτόν· Σὺ τίς εἶ; εἰδότεςث
ὅτι ὁ κύριός ἐστιν.
۱۳
⸀ἔρχεται ⸀ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριονا
ὁμοίως.
۱۴
τοῦτο ἤδη τρίτον ἐφανερώθηا
⸀ὁ Ἰησοῦς τοῖς ⸀μαθηταῖς ἐγερθεὶςب
ἐκ νεκρῶν.
۱۵
Ὅτε οὖν ἠρίστησανا
λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδαςب
ὅτι φιλῶپ
σε. λέγει αὐτῷ· Βόσκεت
τὰ ἀρνία μου.
۱۶
λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδαςا
ὅτι φιλῶب
σε. λέγει αὐτῷ· Ποίμαινεپ
τὰ πρόβατά μου.
۱۷
λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου, φιλεῖςا
με; ἐλυπήθηب
ὁ Πέτρος ὅτι εἶπενپ
αὐτῷ τὸ τρίτον· Φιλεῖςت
με; καὶ ⸀εἶπενث
αὐτῷ· Κύριε, ⸂πάντα σὺ⸃ οἶδας,ج
σὺ γινώσκεις ὅτι φιλῶچ
σε. λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Βόσκεح
τὰ ⸀πρόβατά μου.
۱۸
ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦςا
νεώτερος,ب
ἐζώννυεςپ
σεαυτὸν καὶ περιεπάτειςت
ὅπου ἤθελες·ث
ὅταν δὲ γηράσῃς,ج
ἐκτενεῖςچ
τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει⸃ح
καὶ οἴσειخ
ὅπου οὐ θέλεις.
۱۹
τοῦτο δὲ εἶπενا
σημαίνωνب
ποίῳ θανάτῳ δοξάσειپ
τὸν θεόν. καὶ τοῦτο εἰπὼνت
λέγει αὐτῷ· Ἀκολούθειث
μοι.
۲۰
⸀Ἐπιστραφεὶςا
ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπαب
ὁ Ἰησοῦς ἀκολουθοῦντα,پ
ὃς καὶ ἀνέπεσενت
ἐν τῷ δείπνῳث
ἐπὶ τὸ στῆθοςج
αὐτοῦ καὶ εἶπεν·چ
Κύριε, τίς ἐστιν ὁ παραδιδούςح
σε;
۲۱
τοῦτον ⸀οὖν ἰδὼνا
ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί;
۲۲
λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλωا
μένεινب
ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει⸃.پ
۲۳
ἐξῆλθενا
οὖν ⸂οὗτος ὁ λόγος⸃ εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπενب
δὲ⸃ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλωپ
μένεινت
ἕως ἔρχομαι, τί πρὸς σέ;
۲۴
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶνا
περὶ τούτων καὶ ⸀ὁ γράψαςب
ταῦτα, καὶ οἴδαμενپ
ὅτι ἀληθὴςت
⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν⸃.
۲۵
ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ ἐποίησενا
ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηταιب
καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαιپ
τὸν κόσμον ⸀χωρήσεινت
τὰ γραφόμεναث
⸀βιβλία.