۲۱
Μετὰ ταῦτα ἐφανέρωσενا
ἑαυτὸν πάλιν ⸀ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος·ب
ἐφανέρωσενپ
δὲ οὕτως.
۲
ἦσανا
ὁμοῦب
Σίμων Πέτρος καὶ Θωμᾶςپ
ὁ λεγόμενοςت
Δίδυμοςث
καὶ Ναθαναὴλج
ὁ ἀπὸ Κανὰچ
τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίουح
καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
۳
λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν·ا
λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθονب
καὶ ἐνέβησανپ
εἰς τὸ ⸀πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασανت
οὐδέν.
۴
Πρωΐαςا
δὲ ἤδη ⸀γενομένηςب
⸀ἔστηپ
Ἰησοῦς εἰς τὸν αἰγιαλόν·ت
οὐ μέντοιث
ᾔδεισανج
οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.
۵
λέγει οὖν αὐτοῖς ⸀ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιονا
ἔχετε; ἀπεκρίθησανب
αὐτῷ· Οὔ.
۶
ὁ δὲ εἶπενا
αὐτοῖς· Βάλετεب
εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον,پ
καὶ εὑρήσετε.ت
ἔβαλονث
οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαιج
⸀ἴσχυονچ
ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.ح
۷
λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπαا
ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσαςب
ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτηνپ
διεζώσατο,ت
ἦνث
γὰρ γυμνός,ج
καὶ ἔβαλενچ
ἑαυτὸν εἰς τὴν θάλασσαν·
۸
οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳا
ἦλθον,ب
οὐ γὰρ ἦσανپ
μακρὰνت
ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶνث
διακοσίων,ج
σύροντεςچ
τὸ δίκτυονح
τῶν ἰχθύων.خ
۹
Ὡς οὖν ἀπέβησανا
εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰνب
κειμένηνپ
καὶ ὀψάριονت
ἐπικείμενονث
καὶ ἄρτον.
۱۰
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατεا
ἀπὸ τῶν ὀψαρίωνب
ὧν ἐπιάσατεپ
νῦν.
۱۱
ἀνέβηا
⸀οὖν Σίμων Πέτρος καὶ εἵλκυσενب
τὸ δίκτυονپ
⸂εἰς τὴν γῆν⸃ μεστὸνت
ἰχθύωνث
μεγάλων ἑκατὸνج
πεντήκονταچ
τριῶν· καὶ τοσούτωνح
ὄντωνخ
οὐκ ἐσχίσθηد
τὸ δίκτυον.ذ
۱۲
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτεا
ἀριστήσατε.ب
οὐδεὶς ⸀δὲ ἐτόλμαپ
τῶν μαθητῶν ἐξετάσαιت
αὐτόν· Σὺ τίς εἶ; εἰδότεςث
ὅτι ὁ κύριός ἐστιν.
۱۳
⸀ἔρχεται ⸀ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριονا
ὁμοίως.
۱۴
τοῦτο ἤδη τρίτον ἐφανερώθηا
⸀ὁ Ἰησοῦς τοῖς ⸀μαθηταῖς ἐγερθεὶςب
ἐκ νεκρῶν.
۱۵
Ὅτε οὖν ἠρίστησανا
λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδαςب
ὅτι φιλῶپ
σε. λέγει αὐτῷ· Βόσκεت
τὰ ἀρνία μου.
۱۶
λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδαςا
ὅτι φιλῶب
σε. λέγει αὐτῷ· Ποίμαινεپ
τὰ πρόβατά μου.
۱۷
λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου, φιλεῖςا
με; ἐλυπήθηب
ὁ Πέτρος ὅτι εἶπενپ
αὐτῷ τὸ τρίτον· Φιλεῖςت
με; καὶ ⸀εἶπενث
αὐτῷ· Κύριε, ⸂πάντα σὺ⸃ οἶδας,ج
σὺ γινώσκεις ὅτι φιλῶچ
σε. λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Βόσκεح
τὰ ⸀πρόβατά μου.
۱۸
ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦςا
νεώτερος,ب
ἐζώννυεςپ
σεαυτὸν καὶ περιεπάτειςت
ὅπου ἤθελες·ث
ὅταν δὲ γηράσῃς,ج
ἐκτενεῖςچ
τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει⸃ح
καὶ οἴσειخ
ὅπου οὐ θέλεις.
۱۹
τοῦτο δὲ εἶπενا
σημαίνωνب
ποίῳ θανάτῳ δοξάσειپ
τὸν θεόν. καὶ τοῦτο εἰπὼνت
λέγει αὐτῷ· Ἀκολούθειث
μοι.
۲۰
⸀Ἐπιστραφεὶςا
ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπαب
ὁ Ἰησοῦς ἀκολουθοῦντα,پ
ὃς καὶ ἀνέπεσενت
ἐν τῷ δείπνῳث
ἐπὶ τὸ στῆθοςج
αὐτοῦ καὶ εἶπεν·چ
Κύριε, τίς ἐστιν ὁ παραδιδούςح
σε;
۲۱
τοῦτον ⸀οὖν ἰδὼνا
ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί;
۲۲
λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλωا
μένεινب
ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει⸃.پ
۲۳
ἐξῆλθενا
οὖν ⸂οὗτος ὁ λόγος⸃ εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπενب
δὲ⸃ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλωپ
μένεινت
ἕως ἔρχομαι, τί πρὸς σέ;
۲۴
Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶνا
περὶ τούτων καὶ ⸀ὁ γράψαςب
ταῦτα, καὶ οἴδαμενپ
ὅτι ἀληθὴςت
⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν⸃.
۲۵
ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ ἐποίησενا
ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηταιب
καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαιپ
τὸν κόσμον ⸀χωρήσεινت
τὰ γραφόμεναث
⸀βιβλία.