۲
Καὶ τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ γάμοςا
ἐγένετοب
ἐν Κανὰپ
τῆς Γαλιλαίας, καὶ ἦνت
ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
۲
ἐκλήθηا
δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.ب
۳
καὶ ὑστερήσαντοςا
οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν.
۴
⸀καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπωا
ἥκειب
ἡ ὥρα μου.
۵
λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις·ا
⸂Ὅ τι⸃ ἂν λέγῃب
ὑμῖν ποιήσατε.پ
۶
ἦσανا
δὲ ἐκεῖ ⸂λίθιναιب
ὑδρίαι⸃پ
ἓξت
⸂κατὰ τὸν καθαρισμὸνث
τῶν Ἰουδαίων κείμεναι⸃,ج
χωροῦσαιچ
ἀνὰح
μετρητὰςخ
δύο ἢ τρεῖς.
۷
λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατεا
τὰς ὑδρίαςب
ὕδατος· καὶ ἐγέμισανپ
αὐτὰς ἕως ἄνω.ت
۸
καὶ λέγει αὐτοῖς· Ἀντλήσατεا
νῦν καὶ φέρετεب
τῷ ἀρχιτρικλίνῳ·پ
⸂οἱ δὲ⸃ ἤνεγκαν.ت
۹
ὡς δὲ ἐγεύσατοا
ὁ ἀρχιτρίκλινοςب
τὸ ὕδωρ οἶνον γεγενημένον,پ
καὶ οὐκ ᾔδειت
πόθενث
ἐστίν, οἱ δὲ διάκονοιج
ᾔδεισανچ
οἱ ἠντληκότεςح
τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίονخ
ὁ ἀρχιτρίκλινοςد
۱۰
καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσινا
τὸν ἐλάσσω·ب
σὺ τετήρηκαςپ
τὸν καλὸν οἶνον ἕως ἄρτι.
۱۱
ταύτην ⸀ἐποίησενا
ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰب
τῆς Γαλιλαίας καὶ ἐφανέρωσενپ
τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσανت
εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
۱۲
Μετὰ τοῦτο κατέβηا
εἰς Καφαρναοὺμب
αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ⸀ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμεινανپ
οὐ πολλὰς ἡμέρας.
۱۳
Καὶ ἐγγὺς ἦνا
τὸ πάσχαب
τῶν Ἰουδαίων, καὶ ἀνέβηپ
εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
۱۴
καὶ εὗρενا
ἐν τῷ ἱερῷ τοὺς πωλοῦνταςب
βόαςپ
καὶ πρόβατα καὶ περιστερὰςت
καὶ τοὺς κερματιστὰςث
καθημένους,ج
۱۵
καὶ ποιήσαςا
φραγέλλιονب
ἐκ σχοινίωνپ
πάντας ἐξέβαλενت
ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας,ث
καὶ τῶν κολλυβιστῶνج
ἐξέχεενچ
⸂τὰ κέρματα⸃ح
καὶ τὰς τραπέζαςخ
⸀ἀνέστρεψεν,د
۱۶
καὶ τοῖς τὰς περιστερὰςا
πωλοῦσινب
εἶπεν·پ
Ἄρατεت
ταῦτα ἐντεῦθεν,ث
μὴ ποιεῖτεج
τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.چ
۱۷
⸀ἐμνήσθησανا
οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένονب
ἐστίν· Ὁ ζῆλοςپ
τοῦ οἴκου σου καταφάγεταίت
με.
۱۸
ἀπεκρίθησανا
οὖν οἱ Ἰουδαῖοι καὶ εἶπανب
αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
۱۹
ἀπεκρίθηا
Ἰησοῦς καὶ εἶπενب
αὐτοῖς· Λύσατεپ
τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶت
αὐτόν.
۲۰
εἶπανا
οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκονταب
καὶ ἓξپ
ἔτεσιν οἰκοδομήθηت
ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖςث
αὐτόν;
۲۱
ἐκεῖνος δὲ ἔλεγενا
περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
۲۲
ὅτε οὖν ἠγέρθηا
ἐκ νεκρῶν, ἐμνήσθησανب
οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν,پ
καὶ ἐπίστευσανت
τῇ γραφῇ καὶ τῷ λόγῳ ⸀ὃν εἶπενث
ὁ Ἰησοῦς.
۲۳
Ὡς δὲ ἦνا
ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχαب
ἐν τῇ ἑορτῇ,پ
πολλοὶ ἐπίστευσανت
εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντεςث
αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·ج
۲۴
αὐτὸς ⸀δὲ Ἰησοῦς οὐκ ἐπίστευενا
⸀αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκεινب
πάντας
۲۵
καὶ ὅτι οὐ χρείαν εἶχενا
ἵνα τις μαρτυρήσῃب
περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκενپ
τί ἦνت
ἐν τῷ ἀνθρώπῳ.