۱
Ὃ ἦνا
ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν,ب
ὃ ἑωράκαμενپ
τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθαت
καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,ث
περὶ τοῦ λόγου τῆς ζωῆς—
۲
καὶ ἡ ζωὴ ἐφανερώθη,ا
καὶ ἑωράκαμενب
καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦνپ
πρὸς τὸν πατέρα καὶ ἐφανερώθηت
ἡμῖν—
۳
ὃ ἑωράκαμενا
καὶ ἀκηκόαμενب
ἀπαγγέλλομεν ⸀καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίανپ
ἔχητεت
μεθ’ ἡμῶν· καὶ ἡ κοινωνίαث
δὲ ἡ ἡμετέραج
μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ·
۴
καὶ ταῦτα γράφομεν ⸀ἡμεῖς ἵνα ἡ χαρὰ ἡμῶν ᾖا
πεπληρωμένη.ب
۵
Καὶ ἔστιν αὕτη ἡ ἀγγελίαا
ἣν ἀκηκόαμενب
ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομενپ
ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστιν καὶ σκοτίαت
⸂ἐν αὐτῷ οὐκ ἔστιν⸃ οὐδεμία.
۶
ἐὰν εἴπωμενا
ὅτι κοινωνίανب
ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν,پ
ψευδόμεθαت
καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
۷
ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμενا
ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίανب
ἔχομεν μετ’ ἀλλήλων καὶ τὸ αἷμα ⸀Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
۸
ἐὰν εἴπωμενا
ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια ⸂οὐκ ἔστιν ἐν ἡμῖν⸃.
۹
ἐὰν ὁμολογῶμενا
τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇب
ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃپ
ἡμᾶς ἀπὸ πάσης ἀδικίας.ت
۱۰
ἐὰν εἴπωμενا
ὅτι οὐχ ἡμαρτήκαμεν,ب
ψεύστηνپ
ποιοῦμεν αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
۲
Τεκνίαا
μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε.ب
καὶ ἐάν τις ἁμάρτῃ,پ
παράκλητονت
ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον,
۲
καὶ αὐτὸς ἱλασμόςا
ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρωνب
δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
۳
Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμενا
αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.ب
۴
ὁ λέγωνا
⸀ὅτι Ἔγνωκαب
αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶνپ
ψεύστηςت
ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
۵
ὃς δ’ ἂν τηρῇا
αὐτοῦ τὸν λόγον, ἀληθῶςب
ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται.پ
ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
۶
ὁ λέγωνا
ἐν αὐτῷ μένεινب
ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησενپ
καὶ ⸀αὐτὸς περιπατεῖν.ت
۷
⸀Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰνا
ἣν εἴχετεب
ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιάپ
ἐστιν ὁ λόγος ὃν ⸀ἠκούσατε.ت
۸
πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲςا
ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτίαب
παράγεταιپ
καὶ τὸ φῶς τὸ ἀληθινὸνت
ἤδη φαίνει.
۹
ὁ λέγωνا
ἐν τῷ φωτὶ εἶναιب
καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶνپ
ἐν τῇ σκοτίᾳت
ἐστὶν ἕως ἄρτι.
۱۰
ὁ ἀγαπῶνا
τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλονب
ἐν αὐτῷ οὐκ ἔστιν·
۱۱
ὁ δὲ μισῶνا
τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳب
ἐστὶν καὶ ἐν τῇ σκοτίᾳپ
περιπατεῖ, καὶ οὐκ οἶδενت
ποῦ ὑπάγει, ὅτι ἡ σκοτίαث
ἐτύφλωσενج
τοὺς ὀφθαλμοὺς αὐτοῦ.
۱۲
Γράφω ὑμῖν, τεκνία,ا
ὅτι ἀφέωνταιب
ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ·
۱۳
γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατεا
τὸν ἀπ’ ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι,ب
ὅτι νενικήκατεپ
τὸν πονηρόν.
۱۴
⸀ἔγραψαا
ὑμῖν, παιδία, ὅτι ἐγνώκατεب
τὸν πατέρα· ἔγραψαپ
ὑμῖν, πατέρες, ὅτι ἐγνώκατεت
τὸν ἀπ’ ἀρχῆς· ἔγραψαث
ὑμῖν, νεανίσκοι,ج
ὅτι ἰσχυροίچ
ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατεح
τὸν πονηρόν.
۱۵
Μὴ ἀγαπᾶτεا
τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷب
τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
۱۶
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονείαا
τοῦ βίου,ب
οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν·
۱۷
καὶ ὁ κόσμος παράγεταιا
καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶνب
τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
۱۸
Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατεا
⸀ὅτι ἀντίχριστοςب
ἔρχεται, καὶ νῦν ἀντίχριστοιپ
πολλοὶ γεγόνασιν·ت
ὅθενث
γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
۱۹
ἐξ ἡμῶν ἐξῆλθαν,ا
ἀλλ’ οὐκ ἦσανب
ἐξ ἡμῶν· εἰ γὰρ ⸂ἐξ ἡμῶν ἦσαν⸃,پ
μεμενήκεισανت
ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσινث
ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.
۲۰
καὶ ὑμεῖς χρῖσμαا
ἔχετε ἀπὸ τοῦ ἁγίου ⸀καὶ οἴδατεب
⸀πάντες·
۲۱
οὐκ ἔγραψαا
ὑμῖν ὅτι οὐκ οἴδατεب
τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατεپ
αὐτήν, καὶ ὅτι πᾶν ψεῦδοςت
ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.
۲۲
τίς ἐστιν ὁ ψεύστηςا
εἰ μὴ ὁ ἀρνούμενοςب
ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος,پ
ὁ ἀρνούμενοςت
τὸν πατέρα καὶ τὸν υἱόν.
۲۳
πᾶς ὁ ἀρνούμενοςا
τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ⸂ὁ ὁμολογῶνب
τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει⸃.
۲۴
⸀ὑμεῖς ὃ ἠκούσατεا
ἀπ’ ἀρχῆς, ἐν ὑμῖν μενέτω·ب
ἐὰν ἐν ὑμῖν μείνῃپ
ὃ ἀπ’ ἀρχῆς ἠκούσατε,ت
καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.ث
۲۵
καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατοا
ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
۲۶
Ταῦτα ἔγραψαا
ὑμῖν περὶ τῶν πλανώντωνب
ὑμᾶς.
۲۷
καὶ ὑμεῖς τὸ χρῖσμαا
ὃ ἐλάβετεب
ἀπ’ αὐτοῦ ⸂μένει ἐν ὑμῖν⸃, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃپ
ὑμᾶς· ἀλλ’ ὡς τὸ ⸀αὐτοῦ χρῖσμαت
διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθέςث
ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος,ج
καὶ καθὼς ἐδίδαξενچ
ὑμᾶς, ⸀μένετε ἐν αὐτῷ.
۲۸
Καὶ νῦν, τεκνία,ا
μένετεب
ἐν αὐτῷ, ἵνα ⸀ἐὰν φανερωθῇپ
⸀σχῶμενت
παρρησίαν καὶ μὴ αἰσχυνθῶμενث
ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳج
αὐτοῦ.
۲۹
ἐὰν εἰδῆτεا
ὅτι δίκαιός ἐστιν, γινώσκετε ⸀ὅτι πᾶς ὁ ποιῶνب
τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.پ
۳
ἴδετεا
ποταπὴνب
ἀγάπην δέδωκενپ
ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν,ت
⸂καὶ ἐσμέν⸃. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ⸀ἡμᾶς ὅτι οὐκ ἔγνωث
αὐτόν.
۲
ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπωا
ἐφανερώθηب
τί ἐσόμεθα.پ
⸀οἴδαμενت
ὅτι ἐὰν φανερωθῇث
ὅμοιοι αὐτῷ ἐσόμεθα,ج
ὅτι ὀψόμεθαچ
αὐτὸν καθώς ἐστιν.
۳
καὶ πᾶς ὁ ἔχωνا
τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ ἁγνίζειب
ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνόςپ
ἐστιν.
۴
Πᾶς ὁ ποιῶνا
τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίανب
ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.پ
۵
καὶ οἴδατεا
ὅτι ἐκεῖνος ἐφανερώθηب
ἵνα τὰς ⸀ἁμαρτίας ἄρῃ,پ
καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
۶
πᾶς ὁ ἐν αὐτῷ μένωνا
οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνωνب
οὐχ ἑώρακενپ
αὐτὸν οὐδὲ ἔγνωκενت
αὐτόν.
۷
τεκνία,ا
μηδεὶς πλανάτωب
ὑμᾶς· ὁ ποιῶνپ
τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
۸
ὁ ποιῶνا
τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθηب
ὁ υἱὸς τοῦ θεοῦ ἵνα λύσῃپ
τὰ ἔργα τοῦ διαβόλου.
۹
πᾶς ὁ γεγεννημένοςا
ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν,ب
ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.پ
۱۰
ἐν τούτῳ φανεράا
ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶνب
δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶνپ
τὸν ἀδελφὸν αὐτοῦ.
۱۱
Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελίαا
ἣν ἠκούσατεب
ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμενپ
ἀλλήλους·
۱۲
οὐ καθὼς Κάϊνا
ἐκ τοῦ πονηροῦ ἦνب
καὶ ἔσφαξενپ
τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάρινت
τίνος ἔσφαξενث
αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν,ج
τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
۱۳
⸀μὴ θαυμάζετε,ا
⸀ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.
۱۴
ἡμεῖς οἴδαμενا
ὅτι μεταβεβήκαμενب
ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ⸀ἀγαπῶνپ
μένει ἐν τῷ θανάτῳ.
۱۵
πᾶς ὁ μισῶνا
τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνοςب
ἐστίν, καὶ οἴδατεپ
ὅτι πᾶς ἀνθρωποκτόνοςت
οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ⸀αὐτῷ μένουσαν.ث
۱۶
ἐν τούτῳ ἐγνώκαμενا
τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν·ب
καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς ⸀θεῖναι.پ
۱۷
ὃς δ’ ἂν ἔχῃا
τὸν βίονب
τοῦ κόσμου καὶ θεωρῇپ
τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχονταت
καὶ κλείσῃث
τὰ σπλάγχναج
αὐτοῦ ἀπ’ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;
۱۸
⸀Τεκνία,ا
μὴ ἀγαπῶμενب
λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
۱۹
⸀ἐν τούτῳ ⸀γνωσόμεθαا
ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομενب
⸂τὴν καρδίαν⸃ ἡμῶν
۲۰
ὅτι ἐὰν καταγινώσκῃا
ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.
۲۱
ἀγαπητοί, ἐὰν ἡ καρδία ⸂μὴ καταγινώσκῃا
ἡμῶν⸃, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν,
۲۲
καὶ ὃ ⸀ἐὰν αἰτῶμενا
λαμβάνομεν ⸀ἀπ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰب
ἐνώπιον αὐτοῦ ποιοῦμεν.
۲۳
καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα ⸀πιστεύσωμενا
τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμενب
ἀλλήλους, καθὼς ἔδωκενپ
ἐντολὴν ⸀ἡμῖν.
۲۴
καὶ ὁ τηρῶνا
τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.ب
۴
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε,ا
ἀλλὰ δοκιμάζετεب
τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆταιپ
ἐξεληλύθασινت
εἰς τὸν κόσμον.
۲
ἐν τούτῳ ⸀γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖا
Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθόταب
ἐκ τοῦ θεοῦ ἐστιν,
۳
καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖا
⸀τὸν ⸀Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου,ب
ὃ ἀκηκόατεپ
ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
۴
ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία,ا
καὶ νενικήκατεب
αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ·
۵
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
۶
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκωνا
τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.ب
۷
Ἀγαπητοί, ἀγαπῶμενا
ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶνب
ἐκ τοῦ θεοῦ γεγέννηταιپ
καὶ γινώσκει τὸν θεόν.
۸
ὁ μὴ ἀγαπῶνا
οὐκ ἔγνωب
τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
۹
ἐν τούτῳ ἐφανερώθηا
ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆب
ἀπέσταλκενپ
ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμενت
δι’ αὐτοῦ.
۱۰
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ⸀ἠγαπήκαμενا
τὸν θεόν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησενب
ἡμᾶς καὶ ἀπέστειλενپ
τὸν υἱὸν αὐτοῦ ἱλασμὸνت
περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
۱۱
ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησενا
ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.ب
۱۲
θεὸν οὐδεὶς πώποτεا
τεθέαται·ب
ἐὰν ἀγαπῶμενپ
ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ⸂ἐν ἡμῖν τετελειωμένηت
ἐστιν⸃.
۱۳
Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκενا
ἡμῖν.
۱۴
καὶ ἡμεῖς τεθεάμεθαا
καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκενب
τὸν υἱὸν σωτῆραپ
τοῦ κόσμου.
۱۵
ὃς ⸀ἐὰν ὁμολογήσῃا
ὅτι ⸀Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
۱۶
καὶ ἡμεῖς ἐγνώκαμενا
καὶ πεπιστεύκαμενب
τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένωνپ
ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ ⸀μένει.
۱۷
ἐν τούτῳ τετελείωταιا
ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμενب
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
۱۸
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελείαا
ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασινب
ἔχει, ὁ δὲ φοβούμενοςپ
οὐ τετελείωταιت
ἐν τῇ ἀγάπῃ.
۱۹
ἡμεῖς ⸀ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησενا
ἡμᾶς.
۲۰
ἐάν τις εἴπῃا
ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,ب
ψεύστηςپ
ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶνت
τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν,ث
τὸν θεὸν ὃν οὐχ ἑώρακενج
⸀οὐ δύναται ἀγαπᾶν.چ
۲۱
καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶνا
τὸν θεὸν ἀγαπᾷب
καὶ τὸν ἀδελφὸν αὐτοῦ.
۵
Πᾶς ὁ πιστεύωνا
ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται,ب
καὶ πᾶς ὁ ἀγαπῶνپ
τὸν γεννήσανταت
ἀγαπᾷ ⸀καὶ τὸν γεγεννημένονث
ἐξ αὐτοῦ.
۲
ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμενا
καὶ τὰς ἐντολὰς αὐτοῦ ⸀ποιῶμεν·ب
۳
αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν,ا
καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαιب
οὐκ εἰσίν,
۴
ὅτι πᾶν τὸ γεγεννημένονا
ἐκ τοῦ θεοῦ νικᾷب
τὸν κόσμον. καὶ αὕτη ἐστὶν ἡ νίκηپ
ἡ νικήσασαت
τὸν κόσμον, ἡ πίστις ἡμῶν·
۵
τίς ⸂δέ ἐστιν⸃ ὁ νικῶνا
τὸν κόσμον εἰ μὴ ὁ πιστεύωνب
ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
۶
Οὗτός ἐστιν ὁ ἐλθὼνا
δι’ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ’ ἐν τῷ ὕδατι καὶ ⸀ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν,ب
ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
۷
ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες,ا
۸
τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
۹
εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ⸀ὅτι μεμαρτύρηκενا
περὶ τοῦ υἱοῦ αὐτοῦ.
۱۰
ὁ πιστεύωνا
εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ⸀αὑτῷ· ὁ μὴ πιστεύωνب
τῷ θεῷ ψεύστηνپ
πεποίηκενت
αὐτόν, ὅτι οὐ πεπίστευκενث
εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκενج
ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
۱۱
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκενا
⸂ὁ θεὸς ἡμῖν⸃, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
۱۲
ὁ ἔχωνا
τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχωνب
τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
۱۳
Ταῦτα ἔγραψαا
⸀ὑμῖν ἵνα εἰδῆτεب
ὅτι ζωὴν ⸂ἔχετε αἰώνιον⸃, ⸂τοῖς πιστεύουσιν⸃پ
εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.
۱۴
καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθαا
κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν.
۱۵
καὶ ἐὰν οἴδαμενا
ὅτι ἀκούει ἡμῶν ὃ ⸀ἐὰν αἰτώμεθα,ب
οἴδαμενپ
ὅτι ἔχομεν τὰ αἰτήματαت
ἃ ᾐτήκαμενث
⸀ἀπ’ αὐτοῦ.
۱۶
ἐάν τις ἴδῃا
τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνονταب
ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει,پ
καὶ δώσειت
αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσινث
μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.ج
۱۷
πᾶσα ἀδικίαا
ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
۱۸
Οἴδαμενا
ὅτι πᾶς ὁ γεγεννημένοςب
ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ’ ὁ γεννηθεὶςپ
ἐκ τοῦ θεοῦ τηρεῖ ⸀αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
۱۹
οἴδαμενا
ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.ب
۲۰
οἴδαμενا
δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει,ب
καὶ δέδωκενپ
ἡμῖν διάνοιανت
ἵνα ⸀γινώσκωμενث
τὸν ἀληθινόν·ج
καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ,چ
ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸςح
θεὸς καὶ ζωὴ αἰώνιος.
۲۱
Τεκνία,ا
φυλάξατεب
ἑαυτὰ ἀπὸ τῶν ⸀εἰδώλων.پ