۴
Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε,ا
ἀλλὰ δοκιμάζετεب
τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆταιپ
ἐξεληλύθασινت
εἰς τὸν κόσμον.
۲
ἐν τούτῳ ⸀γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖا
Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθόταب
ἐκ τοῦ θεοῦ ἐστιν,
۳
καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖا
⸀τὸν ⸀Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου,ب
ὃ ἀκηκόατεپ
ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
۴
ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία,ا
καὶ νενικήκατεب
αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ·
۵
αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
۶
ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκωνا
τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.ب
۷
Ἀγαπητοί, ἀγαπῶμενا
ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶνب
ἐκ τοῦ θεοῦ γεγέννηταιپ
καὶ γινώσκει τὸν θεόν.
۸
ὁ μὴ ἀγαπῶνا
οὐκ ἔγνωب
τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
۹
ἐν τούτῳ ἐφανερώθηا
ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆب
ἀπέσταλκενپ
ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμενت
δι’ αὐτοῦ.
۱۰
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ⸀ἠγαπήκαμενا
τὸν θεόν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησενب
ἡμᾶς καὶ ἀπέστειλενپ
τὸν υἱὸν αὐτοῦ ἱλασμὸνت
περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
۱۱
ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησενا
ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.ب
۱۲
θεὸν οὐδεὶς πώποτεا
τεθέαται·ب
ἐὰν ἀγαπῶμενپ
ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ⸂ἐν ἡμῖν τετελειωμένηت
ἐστιν⸃.
۱۳
Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκενا
ἡμῖν.
۱۴
καὶ ἡμεῖς τεθεάμεθαا
καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκενب
τὸν υἱὸν σωτῆραپ
τοῦ κόσμου.
۱۵
ὃς ⸀ἐὰν ὁμολογήσῃا
ὅτι ⸀Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
۱۶
καὶ ἡμεῖς ἐγνώκαμενا
καὶ πεπιστεύκαμενب
τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένωνپ
ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ ⸀μένει.
۱۷
ἐν τούτῳ τετελείωταιا
ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμενب
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
۱۸
φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελείαا
ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασινب
ἔχει, ὁ δὲ φοβούμενοςپ
οὐ τετελείωταιت
ἐν τῇ ἀγάπῃ.
۱۹
ἡμεῖς ⸀ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησενا
ἡμᾶς.
۲۰
ἐάν τις εἴπῃا
ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ,ب
ψεύστηςپ
ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶνت
τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν,ث
τὸν θεὸν ὃν οὐχ ἑώρακενج
⸀οὐ δύναται ἀγαπᾶν.چ
۲۱
καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶνا
τὸν θεὸν ἀγαπᾷب
καὶ τὸν ἀδελφὸν αὐτοῦ.