۲
Τεκνίαا
μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε.ب
καὶ ἐάν τις ἁμάρτῃ,پ
παράκλητονت
ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον,
۲
καὶ αὐτὸς ἱλασμόςا
ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρωνب
δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
۳
Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμενا
αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.ب
۴
ὁ λέγωνا
⸀ὅτι Ἔγνωκαب
αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶνپ
ψεύστηςت
ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
۵
ὃς δ’ ἂν τηρῇا
αὐτοῦ τὸν λόγον, ἀληθῶςب
ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται.پ
ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
۶
ὁ λέγωνا
ἐν αὐτῷ μένεινب
ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησενپ
καὶ ⸀αὐτὸς περιπατεῖν.ت
۷
⸀Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰνا
ἣν εἴχετεب
ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιάپ
ἐστιν ὁ λόγος ὃν ⸀ἠκούσατε.ت
۸
πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲςا
ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτίαب
παράγεταιپ
καὶ τὸ φῶς τὸ ἀληθινὸνت
ἤδη φαίνει.
۹
ὁ λέγωνا
ἐν τῷ φωτὶ εἶναιب
καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶνپ
ἐν τῇ σκοτίᾳت
ἐστὶν ἕως ἄρτι.
۱۰
ὁ ἀγαπῶνا
τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλονب
ἐν αὐτῷ οὐκ ἔστιν·
۱۱
ὁ δὲ μισῶνا
τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳب
ἐστὶν καὶ ἐν τῇ σκοτίᾳپ
περιπατεῖ, καὶ οὐκ οἶδενت
ποῦ ὑπάγει, ὅτι ἡ σκοτίαث
ἐτύφλωσενج
τοὺς ὀφθαλμοὺς αὐτοῦ.
۱۲
Γράφω ὑμῖν, τεκνία,ا
ὅτι ἀφέωνταιب
ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ·
۱۳
γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατεا
τὸν ἀπ’ ἀρχῆς· γράφω ὑμῖν, νεανίσκοι,ب
ὅτι νενικήκατεپ
τὸν πονηρόν.
۱۴
⸀ἔγραψαا
ὑμῖν, παιδία, ὅτι ἐγνώκατεب
τὸν πατέρα· ἔγραψαپ
ὑμῖν, πατέρες, ὅτι ἐγνώκατεت
τὸν ἀπ’ ἀρχῆς· ἔγραψαث
ὑμῖν, νεανίσκοι,ج
ὅτι ἰσχυροίچ
ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατεح
τὸν πονηρόν.
۱۵
Μὴ ἀγαπᾶτεا
τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷب
τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
۱۶
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονείαا
τοῦ βίου,ب
οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν·
۱۷
καὶ ὁ κόσμος παράγεταιا
καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶνب
τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
۱۸
Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατεا
⸀ὅτι ἀντίχριστοςب
ἔρχεται, καὶ νῦν ἀντίχριστοιپ
πολλοὶ γεγόνασιν·ت
ὅθενث
γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
۱۹
ἐξ ἡμῶν ἐξῆλθαν,ا
ἀλλ’ οὐκ ἦσανب
ἐξ ἡμῶν· εἰ γὰρ ⸂ἐξ ἡμῶν ἦσαν⸃,پ
μεμενήκεισανت
ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσινث
ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.
۲۰
καὶ ὑμεῖς χρῖσμαا
ἔχετε ἀπὸ τοῦ ἁγίου ⸀καὶ οἴδατεب
⸀πάντες·
۲۱
οὐκ ἔγραψαا
ὑμῖν ὅτι οὐκ οἴδατεب
τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατεپ
αὐτήν, καὶ ὅτι πᾶν ψεῦδοςت
ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.
۲۲
τίς ἐστιν ὁ ψεύστηςا
εἰ μὴ ὁ ἀρνούμενοςب
ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος,پ
ὁ ἀρνούμενοςت
τὸν πατέρα καὶ τὸν υἱόν.
۲۳
πᾶς ὁ ἀρνούμενοςا
τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ⸂ὁ ὁμολογῶνب
τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει⸃.
۲۴
⸀ὑμεῖς ὃ ἠκούσατεا
ἀπ’ ἀρχῆς, ἐν ὑμῖν μενέτω·ب
ἐὰν ἐν ὑμῖν μείνῃپ
ὃ ἀπ’ ἀρχῆς ἠκούσατε,ت
καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.ث
۲۵
καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατοا
ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
۲۶
Ταῦτα ἔγραψαا
ὑμῖν περὶ τῶν πλανώντωνب
ὑμᾶς.
۲۷
καὶ ὑμεῖς τὸ χρῖσμαا
ὃ ἐλάβετεب
ἀπ’ αὐτοῦ ⸂μένει ἐν ὑμῖν⸃, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃپ
ὑμᾶς· ἀλλ’ ὡς τὸ ⸀αὐτοῦ χρῖσμαت
διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθέςث
ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος,ج
καὶ καθὼς ἐδίδαξενچ
ὑμᾶς, ⸀μένετε ἐν αὐτῷ.
۲۸
Καὶ νῦν, τεκνία,ا
μένετεب
ἐν αὐτῷ, ἵνα ⸀ἐὰν φανερωθῇپ
⸀σχῶμενت
παρρησίαν καὶ μὴ αἰσχυνθῶμενث
ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳج
αὐτοῦ.
۲۹
ἐὰν εἰδῆτεا
ὅτι δίκαιός ἐστιν, γινώσκετε ⸀ὅτι πᾶς ὁ ποιῶνب
τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.پ