Ἰωάννου αʹ

۱
Ὃ ἦνا ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν,ب ὃ ἑωράκαμενپ τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθαت καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,ث περὶ τοῦ λόγου τῆς ζωῆς—
۲  καὶ ἡ ζωὴ ἐφανερώθη,ا καὶ ἑωράκαμενب καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦνپ πρὸς τὸν πατέρα καὶ ἐφανερώθηت ἡμῖν—
۳  ὃ ἑωράκαμενا καὶ ἀκηκόαμενب ἀπαγγέλλομεν ⸀καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίανپ ἔχητεت μεθ’ ἡμῶν· καὶ ἡ κοινωνίαث δὲ ἡ ἡμετέραج μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ·
۴  καὶ ταῦτα γράφομεν ⸀ἡμεῖς ἵνα ἡ χαρὰ ἡμῶν ᾖا πεπληρωμένη.ب
۵  Καὶ ἔστιν αὕτη ἡ ἀγγελίαا ἣν ἀκηκόαμενب ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομενپ ὑμῖν, ὅτι ὁ θεὸς φῶς ἐστιν καὶ σκοτίαت ⸂ἐν αὐτῷ οὐκ ἔστιν⸃ οὐδεμία.
۶  ἐὰν εἴπωμενا ὅτι κοινωνίανب ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν,پ ψευδόμεθαت καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
۷  ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμενا ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίανب ἔχομεν μετ’ ἀλλήλων καὶ τὸ αἷμα ⸀Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
۸  ἐὰν εἴπωμενا ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια ⸂οὐκ ἔστιν ἐν ἡμῖν⸃.
۹  ἐὰν ὁμολογῶμενا τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇب ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃپ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.ت
۱۰  ἐὰν εἴπωμενا ὅτι οὐχ ἡμαρτήκαμεν,ب ψεύστηνپ ποιοῦμεν αὐτὸν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.